Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.718
Not analysed yet
μιτροφόροι. ἐξ ὧν ὁρμώμενοί τινες ταινίαν ἡρμήνευσαν ἁπλοϊκῶς οὕτω τὸν στέφανον. Φασὶ δέ τινες καὶ αὐτὸ τοῦτο στεφάνους εἶναί ποτε τὰς μίτρας, φάμενοι, ὅτι μίτραι κυρίως οἱ ἀπὸ φασκιῶν καὶ ὡραρίων στέφανοι. γυναικεῖοι δὲ ἴσως καὶ οἱ τοιοῦτοι. παρὰ τὸν μίτον δὲ ἡ λέξις ἐτυμολογεῖται, ὡς οἷον μίτηρά τις οὖσα. (v. 132) Ὅρα δὲ καί, ὡς οὐ μόνον ὀχεὺς πυλῶν καὶ περικεφαλαίας, ἀλλ' ἰδοὺ καὶ ζωστῆρος ὀχῆες ἀπὸ τοῦ ἔχειν λεγόμενοι καὶ αὐτοί. φησὶ γοῦν κατὰ τρόπον ἐτυμολογίας, ὅτι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον. (v. 137 s.) Τοιοῦτος δὲ τρόπος καὶ τὸ «ἔρυμα χροός, ἥ οἱ πλεῖστον ἔρυτο». ἀπὸ γὰρ τοῦ ἐρύω ἐτυμολογεῖται τὸ ἔρυμα. (v. 133) Τὸ δὲ ἤντετο γλυκέως εἴρηται ὡς ἐπὶ ἐμψύχου. δοκεῖ γάρ πως τὰ διπλούμενα συναντᾶν ἀλλήλοις. ἐνεστὼς δὲ αὐτοῦ συνηθέστατος Ὁμήρῳ τὸ ἄντω βαρύτονον, ἐξ οὗ τὸ ἄντομαι καὶ ἀντόμενος. οἱ μέντοι μεθ' Ὅμηρον περισπῶσιν ὡς τὸ βοῶ. (v. 134) Οὐ πόρρω δὲ γλυκύτητος οὐδὲ τὸ ἐνέπεσεν ὀϊστός. ὁ μέντοι κοινότερον φράζων εἴποι ἂν ἐνέκρουσε. Τὸ δὲ ἀρηρότι δόξοι ἂν παράγωγον εἶναι τοῦ ζωστῆρος, ἵνα εἴη ζωστὴρ ζῶμα ἀρηρός. (v. 135) Τὸ δὲ ἐλήλατο ταὐτόν ἐστι τῷ διῆλθε. Σημειωτέον δὲ καί, ὅτι πάντα τὰ τοῦ χωρίου τούτου συχνοῖς ἐπιθέτοις κοσμεῖ κατὰ ἰδέαν γλυκύτητος, πικρὸν μὲν καὶ ὀξυβελῆ τὸν ὀϊστὸν εἰπὼν καὶ βέλος ἐχεπευκές, δαιδάλεον δὲ τὸν ζωστῆρα, πολυδαίδαλον δὲ τὸν θώρακα, τὴν δὲ μίτραν ἔρυμα χροός καὶ ἕρκος ἀκόντων, [ὃ δὴ ἑτεροῖόν ἐστι τοῦ ἕρκος πολέμου. ἐκεῖνο γὰρ σεμνότερον, διὸ καὶ ἡρωϊκοῖς ἀνδράσι πολεμισταῖς ἐπιλέγεται, Αἴαντι δηλονότι καὶ τοῖς τοιούτοις. (v. 137) Ὅρα δέ, ὡς ὁμώνυμος ὢν φωνὴ ὁ ἄκων, ὁ μὲν κατὰ μάχην παρὰ τὴν ἀκὴν γίνεται, ὃ δηλοῖ σιδήρου ὀξύτητα, ὁ δὲ λοιπὸς ἐκ τοῦ ἀέκων κέκραται.] Τὸ δὲ ἐφόρει δηλοῖ μὲν τὸ ἔφερε, κεῖται δὲ κοινότερον καὶ ἐπὶ ἐνδύσεως—φορεῖ γοῦν τις ἱμάτιον—καὶ ἐπὶ ὑποδέσεως, ὅθεν ἀφόρητοι βλαῦται παρὰ Ἀθηναίῳ ὑποδήματα μήπω φορηθέντα ποσί. Τὸ δέ «ἔρυμα χροός, ἕρκος ἀκόντων», ἔπαινος μέν ἐστι τῆς ῥηθείσης μίτρας, πεφιλοτίμηται δὲ κομματικῶς ἐν ὁμοιότητι νοημάτων. εἴληπται δὲ ὡς ἀπὸ τείχους, ὃ λαοῦ τέ ἐστιν ἔρυμα καὶ ἕρκος πολεμίων. διὸ καὶ ὅμοιον ἕρκος πολέμου εἰπεῖν καὶ ἕρκος ἀκόντων. Ἡ δὲ χρῆσις τοῦ χροός πάνυ συνήθης Ὁμήρῳ. δῆλον δέ, ὡς ἐκ τοῦ χροῦς Δωρικώτερον γέγονεν ὁ χρὼς συνεκδραμὼν κατὰ τὸν