Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.719
Not analysed yet
ὀξὺν τόνον τῷ ἱδρώς, οὐ μὴν τοῖς ἀνομοιογενέσι μονοσυλλάβοις, ὁποῖα ἡ Κῶς, ἡ Τλῶς, ἡ Κρῶς. (v. 138) Τοῦ δὲ εἴσατο εἴω ἐστὶ τὸ θέμα, ὃ πολλαχοῦ διαφαίνεται. ταὐτὸν δὲ κατ' ἔννοιαν τὸ διελήλατο καὶ τὸ διαείσατο, πλὴν ὅσον τοῦτο μὲν ποιητικώτερον, ἐκεῖνο δὲ κοινότερον. (v. 139) Τὸ δὲ ἀκρότατον τὸ πάντῃ ἀβαθὲς δηλοῖ τῆς πληγῆς. διὸ τὸ «ἐπέγραψεν ἀκρότατον χρόα» ταὐτόν ἐστι τῷ ἐπιπολῆς ἔξεσε. γράψαι γὰρ τὸ ἐπιξέσαι, ὡς καὶ ἀλλαχοῦ λεχθήσεται. ὅτι δὲ καὶ τραχύτερον εἰς ἐκφώνησιν τὸ γράφειν τοῦ ἐν Ὀδυσσείᾳ γλάφειν, καὶ αὐτὸ ἀλλαχόθι ῥηθήσεται. (v. 140) Ὅτι πληγῆς φραστικὸν τὸ «αὐτίκα δ' ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς». Ἰστέον δέ, ὅτι αἷμα μέν ἐστι κελαινεφὲς τὸ κελαινὸν φαινόμενον καὶ αὐτόχρημα καθ' Ὅμηρον εἰπεῖν μέλαν, ὡς μετ' ὀλίγα ἐρεῖ, καὶ κελαινὸν δέ, ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ ἔφη. Ζεὺς δὲ κελαινεφὴς καὶ αὐτὸς μὲν λέγοιτ' ἂν οὕτω διὰ τὸ μέλας εἶναι φανῆναι καὶ δυσόρατος. μέλας γὰρ ὁ ἀήρ, ὅθεν καὶ ἠερόεν τὸ σκοτεινὸν καὶ ἠέρα τὴν ἀορασίαν φησὶν ὁ ποιητής. Ἐτυμολογεῖται δὲ καὶ ἄλλως ἐκεῖνος παρὰ τὸ τὰ νέφη κελαίνειν ἤτοι μελαίνειν, ὡς καὶ ἀλλαχοῦ γέγραπται. νεφεληγερέτης γάρ. Ὠτειλὴ δὲ κυρίως μὲν τραῦμα τὸ ἐκ τοῦ οὐτάσαι, ὅ ἐστιν ἐγγύθεν τρῶσαι. Ὅμηρος δὲ ἐνταῦθα τὸ ἐκ τῆς βολῆς οὕτως ἐκάλεσε. καὶ μὴν ἄλλως διαφορὰν οἶδεν Ὅμηρος τοῦ οὐτάσαι καὶ τοῦ βαλεῖν, ὡς πολλαχοῦ φανήσεται. διαφέρει δὲ οὐλῆς ὠτειλή, ὅτι ὠτειλὴ μὲν αὐτὸ τὸ τραῦμα, οὐλὴ δὲ τύλος ἢ τύπος θεραπευθέντος τραύματος. Τοῦ δέ «ἔρρεεν αἷμα» ἑτεροῖόν ἐστι τὸ «ἀνεκήκιεν αἷμα», ὡς ἑτέρωθι φανεῖται. (v. 141—7) Ὅτι αἱ ἐκ Καρίας καὶ αἱ Λυδαὶ γυναῖκες ἀγαθαὶ ἦσαν βάπτειν ἐλεφάντων ὀστᾶ φοινικῷ χρώματι καὶ ὅτι ὁ τοιοῦτος ἐλέφας ἐν θαλάμῳ τοῖς βασιλεῦσιν ἔκειτο ἄγαλμα. οὔπω γὰρ ὁ χρυσὸς ἐτυράννει τῶν ἄλλων ὑλῶν. Καὶ σημείωσαι, ὅπως ἀνέκαθεν τὰ ἐρυθροβαφῆ βασιλέων ἦσαν παράσημα.