Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.720
Not analysed yet
τοιούτῳ ἐλέφαντι ἀπεικάζει Ὅμηρος τὰ κάτω τοῦ Μενελάου, ὅτε τῷ ἐκ βολῆς αἵματι περιερρέοντο, λέγων οὕτω· «ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων, κεῖται δ' ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο ἱππῆες φορέειν, βασιλῆϊ δὲ κεῖται ἄγαλμα, ἀμφότερον κόσμος τε ἵππῳ ἐλατῆρί τε κῦδος, τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ εὐφυέες κνῆμαί τε ἠδὲ σφυρὰ κάλ' ὑπένερθεν». (v. 146 s.) Καὶ οὕτω μὲν ἡ παραβολὴ λευκὸν φύσει τὸν Μενέλαον ἱστορεῖ. εἰ δὲ καὶ θηλυπρεπὲς ἐν ἥρωσιν ἡ λευκότης, διὸ τὸν Τρωϊκὸν Κύκνον Θεόκριτος τοιοῦτον ὄντα θῆλυν ἀπὸ χροιᾶς ἔφη, ἀλλ' ἐνταῦθά φασιν οἱ παλαιοί, ὅτι κἂν ἄλλως εὐπαθὲς τὸ λευκόν, ἰσχυρότερα δὲ τὰ μελάγχροα τῶν σωμάτων, ἀλλὰ παρὰ τοῖς Λάκωσι χαρακτὴρ ἀνδρίας ἦν λευκὸς χρὼς καὶ κόμη ξανθή, ὁποῖον καὶ τὸν Ἀλέξανδρον εἶναι ἱστορεῖ ὁ ποιητής. ὅτι δὲ τὸ ἐν σώμασι λευκὸν οὐκ ἐν ἐπαίνῳ ἦν, καὶ ἐν ῥητορικοῖς δηλοῦται Λεξικοῖς, ὧν ἐν θατέρῳ μὲν κεῖται, ὅτι λευκοὶ οἱ δειλοὶ καὶ λευκώπιοι οἱ αὐτοί, ἐν δὲ ἑτέρῳ, τῷ τοῦ Αἰλίου Διονυσίου δηλαδή, τὸ «οὐδὲν λευκῶν ἀνδρῶν ὄφελος». ᾧ συμπαράκεινται καὶ ἕτεραι κεφαλαιώδεις παροιμίαι αὗται, καὶ «οὐδεὶς δυσώνης χρηστὸν ὀψωνεῖ κρέας», καὶ «οὐδὲν φρονεῖ δίκαιον ἐστυκὼς ἀνήρ». Ὅρα δέ, ὡς καὶ αὕτη ἡ παραβολὴ ἔχει τι πολυμαθίας διὰ τῶν ἐν αὐτῇ ἱστοριῶν, πολλαχοῦ καὶ τοῦτο τεχναζομένου τοῦ ποιητοῦ, ὡς προδεδήλωται. (v. 141) Ἰστέον δέ, ὅτι ἐλέφαντα μὲν λέγει τὸ ἐλεφάντινον ὀστοῦν, τῷ τοῦ ὅλου ὀνόματι ὀνομάζων τὸ μέρος. ᾧ τρόπῳ καὶ βοῦς τὸ δέρμα, ἡ βύρσα δηλαδή, καὶ παρὰ Σοφοκλεῖ «γέλωτι φαιδρὸν κάρα», ἤτοι πρόσωπον. ὅτι δέ ποτε καὶ τὸ ὅλον τῷ τοῦ μέρους καλεῖται ὀνόματι, μικρὸν ὅσον δηλωθήσεται. τινὲς δὲ ἐλεφαντά ἀναγινώσκουσιν ὀξυτόνως, ὡς τὸ καλά, ἵνα λέγῃ τὰ ἐλεφάντινα. Φοίνικα δὲ λέγει τὸ φοινικοῦν χρῶμα τὸ ἐκ καρποῦ, φασί, πρίνου, ὃ μάλιστα πολὺ