Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.721
Not analysed yet
λέγονται συλλέγειν Τροιζήνιοι. ὁμωνυμεῖ δὲ τῇ ῥηθείσῃ λέξει καὶ ἡ ὀπώρα ὁ φοῖνιξ. δι' αὐτὴν δὲ καὶ τὸ δένδρον ὁ φοῖνιξ. ἀρχὴ δὲ παραγωγικὴ αὐτῆς ὁ φόνος ἤτοι τὸ αἷμα, οὗ πρὸς ὁμοιότητα ὁ τοῦ φοίνικος καρπὸς ἐρεύθεται. ὅθεν καὶ Φοῖνιξ κύριον διὰ τὸν κατ' αὐτόν, ὡς εἰκός, φοινίκεον χροῦν. Μιαίνειν δὲ παρὰ τῷ ποιητῇ τὸ βάπτειν, ὅπερ ἄλλοι φαρμάσσειν φασίν. ἐντεῦθεν καὶ μιαιφόνος Ἄρης οὐκ ἐπὶ ψόγῳ, ἀλλ' ὡς αἱμοβαφής, καὶ μιαρὸς αἵματι οὐχ' ὡς μιαραὶ ἡμέραι παρὰ τοῖς ὕστερον αἱ τῶν κατοιχομένων, ἀλλ' ὁ αἱμοβαφὴς κατὰ τὸ «οὐδέ ποθι μιαρός», ὅπερ ἐν τῷ τέλει τῆς Ἰλιάδος κεῖται. (v. 142) Μῃονὶς δὲ γυνὴ ἡ Λυδή. Μαίονες γάρ, ὡς καὶ προδεδήλωται, καὶ Μῄονες οἱ Λυδοί, παρ' οἷς καὶ ἀγαθαὶ λέγονται εἶναι βαφαί. Κάειρα δὲ γυνὴ ἡ Καρίνη κατὰ τοὺς παλαιοὺς ἢ Καρική, ἤτοι ἐκ Καρίας. παρὰ δὲ Ἡροδότῳ κεῖται καὶ ἐσθὴς Κάειρα. ἔστι δὲ παρά τισι τῶν παλαιῶν εὑρεῖν καί, ὅτι διὰ τοῦ ι τινες τὸ Κάϊρα γράφοντες, εἶτα καὶ δισυλλάβως Καῖρα συναιροῦντες ἔλεγον, ὡς καὶ ἐν τῇ Βοιωτίᾳ δεδήλωται. κατὰ τὸν ὅμοιον δὲ τρόπον καὶ Δάειρα κατὰ Αἴλιον Διονύσιον διὰ τοῦ ι γραφὲν πρός τινων, εἶτα συναιρεθὲν δισυλλάβως ὑπὸ Ἀττικῶν Δαῖρα ὀνομάζεται. ἦν δέ, φησί, μήτηρ Ἐλευσῖνος. περὶ δὲ τούτου καὶ ἐν τοῖς ἑξῆς που ῥηθήσεται. Παρήϊον δὲ ἵππων τὸ τοῦ χαλινοῦ παραγναθίδιον. λέγεται δέ ποτε οὕτω καὶ αὐτὴ ἡ παρειά. [Ὅρα δ' ἐντεῦθεν καί, ὅτι παρειά καὶ ἐπὶ ἀλόγων ζῴων φαίνεται λέγεσθαι.] (v. 143) Τὸ δέ «κεῖται ἐν θαλάμῳ», καθὰ καὶ τὸ «κεῖται ἄγαλμα» κειμήλιον εἶναι δηλοῖ καὶ τὸν τοιοῦτον ἐλέφαντα, ταὐτὸν δὲ εἰπεῖν, ἀπόθετον κτῆμα, ἐπεὶ καὶ ταὐτὸν κεῖσθαι καὶ ἀποτεθεῖσθαι. Τὸ δέ «πολέες ἠρήσαντο» πολυέραστον εἶναι δηλοῖ τὸν ῥηθέντα ἐλέφαντα.