Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.722
Not analysed yet
(v. 144) Τὸ δὲ φορέειν ἀπὸ τοῦ ἵππου μετήνεκται εἰς τὸν ἱππότην. ἵππος γὰρ φορεῖ παρήϊον ἐξ ἐλέφαντος, οὐ μὴν ὁ ἱππεύς. Ἄγαλμα δὲ πανταχοῦ παρὰ τῷ ποιητῇ πᾶν, ἐφ' ᾧ τις ἀγάλλεται, ὡς δηλοῖ καὶ ἡ Ὀδύσσεια, εἰ καὶ οἱ μεταγενέστεροι ἐπὶ ξοάνου τὴν λέξιν τεθείκασι. [Παλαιὸς δέ τις γράφει οὕτως· ἄγαλμα οὐ συνήθως τὸ θεῶν ἢ ἡρώων, ἀλλὰ κοινῶς, οἷον «βασιλῆϊ δὲ κεῖται ἄγαλμα» καὶ «ἄλλα δ' ἀγάλματ' ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε» καὶ «ἵν' ἄγαλμα κεχάροιτο ἰδοῦσα». Ἰστέον δὲ καί, ὅτι τὸ μὴ λαμπρὸν ἄγαλμα, εἶτ' οὖν ἀγαλλίαμα, εἴη ἄν ποτε καὶ ἄθυρμα, ὅτε δηλαδὴ ἀφελέσι προσώποις χορηγεῖται, ὡς ἡ Ὀδύσσεια δηλοῖ ἐν τῷ «ἐδίδου ἀθύρματα».] Ἰστέον δέ, ὡς, εἰ καὶ ταὐτὰ νοεῖ τὸ χαίρειν καὶ τὸ ἀγάλλεσθαι, ἀλλὰ τὰ ἐξ αὐτῶν, τὸ ἄγαλμα καὶ τὸ χάρμα, διαφέρουσι. βαρύτητος μὲν γὰρ τὸ χάρμα, ἐπεὶ καὶ μυκτῆρα δηλοῖ καὶ κατάγελων, ὡς δηλοῖ τὸ «δυσμενέσι μὲν χάρμα» καὶ τὸ «σὸν ἅρμα χάρμα καὶ γέλως». ἑτεροίας δὲ ἡδονῆς τὸ ἄγαλμα, ὡς καὶ τὸ ἀγαλλίαμα. καὶ τὸ χαίρειν δέ γε καὶ τὸ ἀγάλλεσθαι δοκεῖ ποτε διαφορὰν ἔχειν. χαίρει μὲν γάρ τις καὶ ἐπὶ ἐχθρῷ, ἤγουν κατὰ ἐχθροῦ, ἀγάλλεται δὲ ἄλλως ἐπὶ μόνοις τοῖς φιλουμένοις, ὡς εἰ καὶ φιλόκαλος ἐπί τινι καλλωπισμῷ. (v. 145) Τὸ δὲ ἀμφότερον σχῆμα καὶ νῦν ἐπιρρηματικὸν Ὁμηρικόν, ὡς καὶ πρὸ τούτων ἐφάνη. Κόσμος δὲ κύδους διαφέρει, καθότι ὁ μὲν εἰς κάλλος τῷ ἵππῳ συμβάλλεται, τὸ δὲ κῦδος ἐκεῖθεν παρέπεται τῷ κειμηλιοῦντι τὸν ἐλέφαντα. (v. 146) Τὸ δέ «μιάνθην μηροί» δυϊκόν ἐστι ῥῆμα ἀπὸ τοῦ μιανθήτην γεγονὸς κατὰ συγκοπήν. εἰ δέ τις ὑπολάβῃ χρῆναι γράφεσθαι «μίανθεν αἵματι μηροί», τουτέστιν ἐμιάνθησαν, ἔχοι ἂν ἴσως προσιστάμενον τῇ τοιαύτῃ ἐννοίᾳ τὸν μετρικὸν ποδισμόν. Ὅρα δὲ καὶ τὴν ἀπόδοσιν τῆς παραβολῆς. οὐ γὰρ κατέληξε συνήθως εἰς τὸ ὥς, ἀλλὰ εἰς τὸ τοῖοι διὰ ποικιλίαν ῥητορικήν. ἐξευτελίζει δὲ καὶ τὴν τοῦ Πανδάρου βολὴν ἡ παραβολή. ὡς γὰρ ἐλέφας τέχνῃ βάπτεται ὑπὸ γυναικῶν, οὕτως οἱ τοῦ Μενελάου μηροὶ ἐκ τῆς τοῦ Πανδάρου βολῆς. (v. 147) Εὐφυεῖς δὲ μηροὶ οἱ εὖ πεφυκότες καὶ τῷ ὅλῳ σύμμετροι. ὅτε μέντοι εὐφυέα που πτελέην ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ ποιητής, τότε μάλιστα κυριολεκτεῖ. οἱ δέ γε παρὰ τοῖς ὕστερον εὐφυεῖς ψυχικῶς ἐπαινοῦνται