Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.723
Not analysed yet
ὡς εὖ πεφυκότες εἰς τὸ μαθεῖν, τὸ δὲ παρ' Εὐριπίδῃ «εὐφυὲς πρόσωπον» κατὰ τοὺς εὐφυεῖς ἐρρέθη μηροὺς ἐκ τῆς καθ' Ὅμηρον φυῆς. Σφυρὰ δὲ καλὰ τῷ Μενελάῳ, πρὸς ἀναλογίαν καὶ αὐτὰ τοῦ ὅλου σώματος. Καὶ σημείωσαι, ὅτι κατὰ τοῦτον τὸν λόγον οὐδ' ἂν Ἀλεξάνδρου ψόγος εἴη τὸ ἀργύρεα ἤτοι λευκὰ καὶ καλὰ ἔχειν τὰ ἐπισφύρια. Ὅρα δὲ καί, ὅτι ἄλλο μὲν τὸ καλὰ σφυρὰ ἔχειν, ἄλλο δὲ τὸ καλλίσφυρος. τὸ μὲν γὰρ σύνθετον γυναικὸς ἐπίθετον, καλὰ δὲ σφυρὰ ἰδοὺ καὶ ἐπὶ ἥρωος εἴρηται. σφυρὰ δὲ λέγεται τὰ ἀπολήγοντα πρὸς τῷ ἀστραγάλῳ καὶ ἐκ πλαγίου ἐξέχοντα, καθ' ὁμοιότητα, ὡς οἱ παλαιοί φασι, τῶν χαλκευτικῶν σφυρῶν. Ἰστέον δὲ καί, ὅτι ἐνταῦθα σαφῶς καὶ εὐτάκτως Ὅμηρος τὴν τῶν σφυρῶν τάξιν δηλοῖ εἰπών· «μηροὶ κνῆμαί τε καὶ σφυρὰ ὑπένερθεν», οἷς ὑπόκεινται πόδες τὸ ἔσχατον, κατ' Ἀριστοτέλην εἰπεῖν, ὧν, φησί, τὸ μὲν ἐσχισμένον κατὰ τὸ ἐμπρόσθιον δάκτυλοι, τὸ δὲ σαρκῶδες κάτωθεν στῆθος. Ἰστέον οὖν, ὅτι μηρῶν ὄντων, εἶτα κνημῶν, ἐπὶ δὲ ταύταις σφυρῶν, καὶ τελευταῖον ποδῶν, ὁ εἰπὼν τὸ ὅλον πόδας ἐκ μέρους τὸ ὅλον ὀνομάζει, ὡς καὶ ἐπὶ ἄλλων πολλῶν γίνεται. (v. 151) Ὅτι ὄγκους ὁ ποιητὴς ὀνομάζει τὰς ἀκίδας, αἳ γωνιοῦσι τὸ βέλος, εἰπών· «ὡς δ' ἴδε νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας, ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσιν ἀγέρθη». καὶ προϊὼν δὲ ὀξέες ὄγκοι φησί. καὶ ἐν Ὀδυσσείᾳ δὲ σιδηροθήκην τινὰ ἢ βελοθήκην ὄγκιον καλεῖ. οἱ δὲ παλαιοί φασι καὶ οὕτως· ὄγκοι· γωνίαι, καὶ ὄγκαιον· ἀγγεῖον, τὸ καὶ ὄγκιον, ἐν ᾧ ἀκίδες βελῶν. ἐκ δὲ τοῦ τοιούτου ὄγκου καὶ ἐπὶ ἀλαζονικοῦ ὀξύτητος ἡ μεταφορὰ γίνεται. Νεῦρον δὲ λέγει τὸ κύκλῳ σφίγγον τὴν τοῦ σιδήρου τοῦ βέλους ἐμβολήν. [Καὶ νῦν μὲν φυσικῶς ἡ λέξις ἔχει. ὅτε δέ τις ἀκολουθῶν παλαιᾷ χρήσει νεῦρα πραγμάτων ἐρεῖ τὰ χρήματα, τροπικῶς ἔφρασεν, ὥσπερ καὶ ὁ εἰπὼν ἐκνενευρίσθαι τοὺς ἀσθενῶς ἢ ἀμελῶς περὶ τὰ πρακτέα ἔχοντας. καὶ ὁ μετενεγκὼν δὲ ἀπὸ τῶν νευροσπαστουμένων ζῴων τοὺς νευροσπάστας ὁμοίως ἐποίησεν, ὧν παρώνυμος ἡ νευροσπαστικὴ τέχνη, ἐφ' ᾗ περίπυστος ἦν, φασί, Ποθεινὸς ὁ ἐξ Ἀθηνῶν. τέχνη δὲ πάντως οὐ σπουδαία ἡ νευροσπαστική, ἀλλὰ τῶν κατ' εἶδος