Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.724
Not analysed yet
παιδιᾶς. δῆλον δ' ὅτι ἀλλοπαθοῦς ῥήματος ὄντος τοῦ ἐκνευρίζειν προϋπόκειται τὸ νευρῶ, τουτέστιν ἐνδυναμῶ.] (v. 152) Ἰστέον δὲ καί, ὅτι τὸ «θυμὸς ἀγέρθη», ὅ ἐστι συνήχθη, συντίθησι παρ' Ὁμήρῳ τὸ θυμηγερέειν. δῆλον δέ, ὡς ὁ συναγερθεὶς θυμὸς φθάσας ἐξέλιπε, τοῦτο δὴ τὸ παρ' Ὁμήρῳ μὲν ὀλιγηπελέειν, παρὰ δὲ τοῖς ὕστερον ὀλιγοθυμεῖν καὶ λειποψυχεῖν, ὃ καὶ ὁ βασιλεὺς παθὼν διὰ τὸν ἀδελφόν, εἶτα συνήγαγε θυμόν. ἐνέφηνε δὲ ὁ ποιητὴς τὸ ῥηθὲν λειποψύχημα διὰ τοῦ περὶ τὸν βασιλέα φόβου εἰπών· «ῥίγησε δ' ἂρ ἔπειτα ἄναξ ἀνδρῶν». (v. 153) Ὅτι πένθους δηλωτικὸν τὸ «τὸν δὲ βαρυστενάχων μετέφη ὁ δεῖνα χειρὸς ἔχων, ἐπεστενάχοντο δ' ἑταῖροι». (v. 155 s.) Ὅτι τὸ εἰς ἐπικίνδυνον μονομαχίαν ἐναγαγεῖν οἶον, ἤγουν μόνον, προστῆσαί φησιν ἐν τῷ «φίλε κασίγνητε, θάνατον νύ τοι ὅρκι' ἔταμνον οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι». ἐκ δὲ τούτου καὶ προστατεῖν ῥῆμα τὸ πρὸ τῶν ἄλλων ἴστασθαι, εἰ καὶ μὴ εἰς μονομαχίαν, ἀλλ' οὖν εἴς τινα βοήθειαν. Ἰστέον δέ, ὅτι τὸ φίλε ἐκτείνει ἐνταῦθα τὴν παραλήγουσαν, οὐχ' ὥστε μὴν καὶ περισπασθῆναι αὐτήν, ἀλλὰ κατὰ λόγον κοινῆς συλλαβῆς διὰ τὴν ὀξεῖαν, ὡς καὶ ἐν ἄλλοις γίνεται. Τὸ δὲ ἔταμνον πρώτου προσώπου ἐστί, λέγοντος τοῦ βασιλέως, ὅτι θάνατόν σοι ἔθυσα τοὺς γενομένους ὅρκους. Καὶ ὅρα τὸ καίριον τοῦ ὅρκια τάμνειν, περὶ οὗ προείρηται· δυνάμενος γὰρ εἰπεῖν ὅρκι' ἔτευξα, ὁ δ' οὐχ' οὕτως ἔφη, ἀλλὰ τὴν τοῦ τάμνειν λέξιν προέκρινε. Τὸ δέ «οἶον μάχεσθαι» προϋπάρχει τοῦ μονομαχεῖν. Τὸ δὲ προστήσας ἔοικεν ἀπὸ ἱερείου ἐνταῦθα ληφθῆναι, ὃ πρὸ ἑτέρων ζῴων ἵσταται ἀγόμενον ἐπὶ σφαγῇ. (v. 157) Ὅτι ὅπερ ἔφη πρὸ τούτου πημῆναι ὅρκια καὶ δηλήσασθαι, ἐνταῦθα ὅρκια πιστὰ πατῆσαί φησι, δριμύτερον δὲ τοῦτο ἐκείνων. πολλὴν γὰρ δηλοῖ καταφρόνησιν τὸ πατῆσαι, ταὐτὸν ὂν τῷ ῥῖψαι οἷον εἰς πάτον, ἤγουν εἰς τρίβον, καὶ ἐπεμβῆναι ὑβριστικῶς. (v. 158 s.) Ὅτι ἀγαθὴ ἔννοια εἰς φυλακὴν ὅρκου τὸ «οὐ μέν πως ἅλιον πέλει ὅρκιον καὶ δεξιαί, ᾗς ἐπέπιθμεν», ἤγουν αἷς ἐπείσθημεν. ἔστι δέ, ὡς καὶ προείρηται, τοῦ ἐπέπιθμεν πρῶτον ἑνικὸν πρόσωπον ὁ «ἐπέπιθον» δεύτερος Ἰωνικὸς ἀόριστος, οὗ τὸ πληθυντικὸν συγκοπὲν Αἰολικῶς πεποίηκε τὸ ἐπέπιθμεν, ὅπερ οὐκ ἂν προφέροι τις πεζολογῶν. οἷον δέ τι παρὰ τοῖς παλαιοῖς ἡ τῶν δεξιῶν ἅψις, δηλοῖ καὶ ἡ Ὀδύσσεια. Σημείωσαι δ' ἐντεῦθεν, ὅτι ἐν τοῖς ὅρκοις