Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.725
Not analysed yet
καὶ δεξιῶν ἥπτοντο, εἰ καὶ Ὅμηρος οἰκείῳ νόμῳ τοῦτο ἐσίγησεν ἐν τοῖς φθάσασιν, ὡς καὶ ἐπὶ ἄλλων πολλῶν ποιεῖ κατὰ σχῆμα ἀποσιωπήσεως. ὅτι δὲ ἐκ τῶν ῥηθεισῶν δεξιῶν καὶ τὸ φιλικῶς δεξιοῦσθαι εἴρηται καὶ ἡ κατὰ φιλίαν δεξίωσις, δῆλόν ἐστιν. Οὐκ εἶναι δὲ ἅλιον τὸ ὅρκιον λέγει διὰ τὸ ὑπὸ θεοῦ ἐφορᾶσθαι καὶ τοὺς ὅρκους, ὡς καὶ πᾶσαν ἄλλην φιλοτήσιον δεξίωσιν. διὸ καθὰ ὅρκιος Ζεύς, οὕτω καὶ φίλιος ὁ αὐτὸς καὶ ἑταιρεῖος, καθ' ὅμοιον δὲ λόγον καὶ ὁμόγνιος, ὡς καὶ πατρῷος, πρὸς τούτοις δὲ καὶ ἑρκεῖος καὶ ἐφέστιος, ὁ καὶ ἐπίστιος Ἰωνικῶς, καὶ ὅσα δὲ ἄλλα τοιαῦτα κοινωνικὰ ὀνόματα, ἐν οἷς καὶ ὁ ξένιος καὶ ὁ φράτριος. (v. 160—2) Ὅτι γενναίου στρατηγοῦ ἴδιον τὸ μὴ συμπεπτωκέναι τοῖς καιροῖς, ἀλλ' ἐλπίζειν ἀεὶ τὰ χρηστότερα. οὕτως Ἀγαμέμνων, εἰ καὶ βεβλῆσθαι καιρίως οἴεται τὸν ἀδελφὸν καὶ ὡς τεθνηξόμενον πενθεῖ, ὅμως πέποιθεν, ὡς εἰ καὶ μὴ αὐτίκα τετέλεσται κακὰ τοῖς ἐχθροῖς, ἀλλ' ὀψὲ γοῦν τελεσθήσεται. λαλεῖ οὖν εὐέλπιδος ἀνδρὸς λόγους εἰπών· «εἴπερ γάρ τε καὶ αὐτίκ' Ὀλύμπιος οὐκ ἐτέλεσσεν, ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν». εἶτα ἑρμηνεύων, τί δηλοῖ τὸ «σὺν μεγάλῳ», φησί· «σὺν σφῇσι κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν». [Οὐ καινὸν δὲ τὸν ἠδικημένον Μενέλαον εὔελπιν εἶναι, εἴγε καὶ ὁ ἀλάστωρ Πάρις ἡττηθείς, ὡς εἴρηται, θαρρεῖ ἐσαῦθις νικῆσαι, καθὰ προεγράφη, τὸν ἀρηΐφιλον Μενέλαον.] (v. 162) Ἰστέον δέ, ὅτι τὸ σφίσιν εἴτε θηλυκοῦ γένους εἴη εἴτε καὶ μή, ὥστε σημαίνειν τὸ αὐταῖς ἢ τὸ αὐτοῖς, διὰ τοῦ ι γράφεται παρὰ τῇ ποιητικῇ ἀκριβείᾳ, εἰ μή που, ὡς καὶ νῦν, ἀντὶ τοῦ ἰδίαις λαμβάνεται. αὐτὸ γὰρ ἀπὸ τοῦ ὁ σφός, ἡ σφή, ταῖς σφαῖς, ἔχει τὸ η ἐν τῇ παραληγούσῃ ὁμοίως τῷ ᾗσι φρεσί, καὶ σῇσι καὶ ὅσα τοιαῦτα. Τὸ δέ «ἀπέτισαν σὺν σφῇσι κεφαλαῖς» ἐν Ὀδυσσείᾳ ἐλλειπτικῶς παραφράζων φησί· «σῷ κράατι τίσεις». (v. 161) Ὅρα δὲ καί, ὅτι ἐν τῷ «ἔκ τε καὶ ὀψὲ τελεῖ» καὶ ἐν τῷ «σύν τε μεγάλῳ ἀπέτισαν» χρόνοι ἀντὶ χρόνων συνήθως λαμβάνονται, ἤγουν