Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.726
Not analysed yet
ἐνεστὼς καὶ παρῳχημένος ἀντὶ ἀληθοῦς μέλλοντος. τὸ γὰρ ἐκτελεῖ ἀντὶ τοῦ πάντως ἐκτελέσει καὶ τὸ ἀπέτισαν ὁμοίως ἀντὶ τοῦ ἐξ ἅπαντος ἀποτίσουσιν. [(v. 161 s.) Ἰστέον δέ, ὅτι τὸ «σύν τε μεγάλῳ ἀπέτισαν σὺν σφῇσι κεφαλῇσι» καὶ ἑξῆς παροιμιακή τις τροπικὴ ἔννοιά ἐστι, μετενηνεγμένη ἀπὸ ἀκολουθίας χρέους, δηλοῦσα, ὅτι τὸ χρέος, ὃ λαβόντες οἱ Τρῶες ἔχουσι πολλοὺς ἤδη ἐνιαυτούς, ὅπερ ἐστὶν ἡ ἡρπασμένη Ἑλένη, ὀψέ ποτε ἀποτίσουσιν, ὡς οἷά τι ἀρχαῖον, ἤγουν κεφάλαιον, ὀφειλῆς. καὶ οὐχ' ἁπλῶς, ἀλλὰ σὺν μεγάλῳ καὶ τόκῳ καὶ ποινῇ, τουτέστι προστίμῳ. τὰ δέ εἰσιν αἱ κεφαλαὶ τῶν ἁρπασάντων καὶ ἡ τῶν αὐτοῖς φιλτάτων αἰχμαλωσία. ὁμοιοῦται δέ πως τῇ τοιαύτῃ Ὁμηρικῇ ἐννοίᾳ ἐν τοῖς μετὰ ταῦτα τὸ «μὴ τὸ χθιζὸν Ἀχαιοὶ ἀποστήσωνται χρέος».] (v. 163—5) Ὅτι παραρρίπτει καὶ ἐνταῦθα τὴν τῆς Τροίας ἅλωσιν ὁ ποιητὴς παραμυθούμενος ἀγωνιῶντα τὸν φιλέλληνα. παράγει γὰρ τὸν βασιλέα λέγοντα· «εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς Πριάμοιο». σχῆμα δὲ καὶ τοῦτο προαναφωνήσεως, ὅπερ παρῳδήσει τις καὶ ἐπὶ ἑτέραις ὑποθέσεσι προμαντευόμενός τι κακόν· οἷον ὅτι εὖ οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν, ὡς ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτε τόδε γένηται. ἰστέον δέ, ὅτι οὐ παρέργως, ἀλλὰ καὶ λίαν περιέργως εἶπεν ὁ ποιητὴς τὸ «ἔσται καιρός, ὅτε ὀλεῖται ἡ Τροία». κατὰ γὰρ τὸν Γεωγράφον καὶ ἑτέρους οὐδὲν ἴχνος ἐστὶ τῆς ἀρχαίας πόλεως. ἐκπεπορθημένων γάρ, φησί, τῶν κύκλῳ, οὐ μὴν κατεσπασμένων τελέως, ταύτης δ' ἐκ βάθρων ἀνατραπείσης, οἱ λίθοι πάντες εἰς τὴν ἐκείνων ἀνάκτισιν μετηνέχθησαν, εἰ καὶ οἱ Ἰλιεῖς λέγουσιν οὐ τελέως ἠφανίσθαι αὐτὴν μετὰ τὴν ἅλωσιν. ὁ δ' αὐτὸς λέγει καί, ὅτι Ἰλιέων κώμη, ἔνθα ἡ παλαιὰ Ἴλιος, τριάκοντα σχεδὸν σταδίων ἀνωτέρω πρὸς τὴν ὕστερον, εἰ καὶ Ἰλιεῖς φιλοδοξοῦντες ἤθελον ταύτην εἶναι τὴν παλαιάν. ἡ δὲ τοιαύτη κώμη Ἀθηνᾶς ἔσχε, φησίν, ἱερὸν μικρὸν καὶ εὐτελές. Ἀλέξανδρος δὲ ὁ Μακεδὼν μετὰ τὴν ἐν Γρανίκῳ νίκην ἀναβὰς ἀναθήμασί τε ἐκόσμησε καὶ πόλιν ἀντὶ κώμης προσηγόρευσε καὶ ἐλευθέραν ἔκρινε καὶ ἄφορον, ὑπέσχετο δὲ καὶ πόλιν ποιῆσαι μεγάλην καὶ ἱερὸν ἐπισημότατον. λέγεται δὲ μετὰ τὴν ὑπὸ Ἑλλήνων κατασκαφὴν πλείους μεταβεβληκέναι τόπους.