Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.727
Not analysed yet
λέγει δὲ καί, ὅτι τὸ ὕστερον Ἴλιον οὕτω ποτὲ ὠλιγωρήθη, ὡς μηδὲ κεραμωτὰς ἔχειν στέγας. ὕστερον δὲ ἐπανορθωθεῖσα ἑάλω, φησίν, ὑπὸ Φιμβρίου Ῥωμαίου ἑνδεκαταίᾳ τῶν Ἰλιέων μὴ δεχομένων αὐτὸν ὡς λῃστήν. ἐπεὶ δὲ ἐκαυχᾶτο, ὅτι τὴν πόλιν, ἣν Ἀγαμέμνων δέκα ἔτη μόλις εἷλε χιλιόναυν στόλον ἔχων, αὐτὸς ἕνδεκα ἡμέρας χειρώσαιτο, εἶπέ τις Ἰλιεύς· «οὐ γὰρ ἦν Ἕκτωρ ὑπερμαχῶν τῆς πόλεως». Καῖσαρ δὲ ὁ θεὸς πάνυ αὐτῆς προὐνόησε ζηλώσας Ἀλέξανδρον. ἦν γάρ, ὥσπερ Ἀλέξανδρος φιλόμηρος, οὕτω Καῖσαρ φιλαλέξανδρος. συνάγεται οὖν ἐκ τῶν τοῦ Γεωγράφου παντελῶς ἀπολωλέναι τὴν παλαιὰν Ἴλιον, ὃς καὶ ῥητῶς φησιν, ὅτι Ὅμηρος ἀφανισμὸν δηλοῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ «ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱρή». δῆλον δέ, ὅτι καὶ ἠλαζονεύοντο Ἰλιεῖς μὴ ἀφανισθῆναι τὴν κατ' αὐτοὺς πόλιν. ὅθεν καὶ ὁ Δίων ἐπηγωνίσατο ἀνασκευάσαι τὰ Τρωϊκά. καὶ αὐτοὶ τάχ' ἂν ἔχαιρον τοῖς λεγομένοις ὑπὸ τοῦ Δίωνος. Ἑλλάνικος δέ, φασί, χαριζόμενος αὐτοῖς συνηγορεῖ τὴν αὐτὴν εἶναι πόλιν τὴν νῦν τῇ τότε. ὅτι δὲ τοῦτο οὐκ ἀληθές, καὶ ἐν τοῖς ἑξῆς που δηλωθήσεται. φησὶ δὲ καὶ Λυκοῦργος ὁ ῥήτωρ οὕτω περὶ τῆς Ἰλίου· «τίς οὐκ ἀκήκοεν, ὡς ἅπαξ ὑπὸ τῶν Ἑλλήνων κατεσκάφη». ὕστερον δέ τινες ἀνακτίσαι μὲν διενοήσαντο, οἰωνισάμενοι δὲ ἐπαύσαντο, εἴτε διὰ τὰς συμφοράς, εἴτε καταρασαμένου τοῦ Ἀγαμέμνονος κατά τι παλαιὸν ἔθος. ὥσπερ καὶ Κροῖσος ἐξελών, φασί, τὴν Σαρδιανὴν ἀρὰς ἔθετο κατὰ τῶν τειχιούντων τὸν τόπον. (v. 164) Τὸ δέ «ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος» καὶ ἐν τοῖς ἑξῆς που ἐρεῖ ὁ ποιητὴς κατὰ ὁμοίαν προαναφώνησιν. προλέγει δ' ἐνταῦθα τὸ τοιοῦτον ὁ βασιλεύς, οἷα πεποιθὼς τοῖς ἐκ Διὸς τέρασι. (v. 166—8) Φησὶ γάρ· «Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων αὐτὸς ἐπισείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι τῆσδ' ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα». Ἰστέον δέ, ὅτι οὐκ αὐτὸς ἐλπίζει ὁ βασιλεὺς ἑλεῖν τὴν Τροίαν, ἀλλὰ διὰ τὴν ἐπιορκίαν τῶν Τρώων ἀπολωλέναι αὐτήν ποτε λέγει. περὶ γὰρ ἑαυτοῦ δυσελπιστεῖ. (v. 169 ss.) διὸ καὶ ἐπάγει· «ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται, ὦ Μενέλαε, αἴ κε θάνῃς καὶ μοῖραν ἀναπλήσῃς βιότοιο· καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην· αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης» καὶ τὰ ἑξῆς. (v. 164) Ἐν δὲ τοῖς ἐκτεθειμένοις τὸ μὲν ὀλώλῃ παρακείμενός ἐστιν