Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.728
Not analysed yet
ὑποτακτικὸς ἐκ τοῦ ὄλωλα, ὅμοιος τῷ ὄρωρα ὀρώρῃ. (v. 166) Ὑψίζυγος δὲ ὁ ὑψηλὸς κυβερνήτης ἀπὸ τοῦ ὕψι ἐπιρρήματος καὶ τοῦ κυβερνητικοῦ ζυγοῦ. [Εἰπεῖν γὰρ ὁ ἐν ὕψει καθήμενος ὀκνοῦσιν οἱ παλαιοὶ φάμενοι ὀρείαυλον μέν, τὸν ἐν ὄρει διατρίβοντα, καὶ ἐγχείμαργον καὶ ὅσα τοιαῦτα, διφθόγγῳ στοιχεῖν δίχα γε τοῦ ὀρίγανον, ὃ χαίρει ὄρεσι, καὶ τῶν ὅσοις ἐπάγονται δύο σύμφωνα, οἷον ὀρίτροφος, ὀρίδρομος, ὀριβρεμέτης. τὰ δὲ παρὰ τὸ ὕψος καὶ κάλλος ἐν διχρόνῳ μόνῳ εἶναι· ὑψίκομος, καλλίδρομος. ἔτι καὶ ἄλλως ὑψίζυγος] ὁ ἄνω σταθμίζων τὰ κατ' ἀνθρώπους, ἵνα ἐν μιᾷ λέξει συντέμῃ τὸ νόημα ἐκεῖνο, ἐν ᾧ τὸν Δία ποιήσει τάλαντα μεταχειριζόμενον καὶ τὰς τῶν Ἀχαιῶν καὶ Τρώων κῆρας ὡς ἐπὶ ζυγοῦ ταλαντεύοντα καὶ ὡς εἰπεῖν ζυγοστατοῦντα. [εἰς τοῦτο δὲ ὑπεναντιοῦται ὁ εἰπών, ὅτι ζυγός παρ' Ὁμήρῳ οὐ συνήθως ἐπὶ σταθμοῦ. ζυγὸν γὰρ ἐκεῖνος οἶδεν ἅρματος καὶ ἁμάξης καὶ ζυγόδεσμον ἱμάντα τὸ ζυγὸν τῶν ζῴων ζευγνύντα.] Δύναται δὲ ὑψίζυγος εἶναι καὶ ὁ ὑψηλός, εἴτ' οὖν ὑφίθρονος βασιλεύς, κατὰ τὸ «ἐπὶ ζυγοῖς καθέζετο ἀρχῆς», τὸ τοῦ τραγικοῦ. καὶ τοῦτο δὲ ἀπὸ τῆς κυβερνητικῆς μετήνεκται καταστάσεως. [Λέγει δὲ καὶ ὁ ῥηθεὶς προσεχῶς παλαιός· ζυγὰ καὶ καθέδραι ἐρεσσόντων, ὅθεν ὑψίζυγος ὁ ὕψι καθέδραν ἔχων.] (v. 167) Τὸ δὲ ἐπισείῃ σειστὸν Διὸς ὅπλον τὴν αἰγίδα εἶναι δηλοῖ, οὐ μὴν βλητικόν. οὐ γὰρ βάλλει, σειομένη δὲ ἐκφοβεῖ. Ἐρεμνὴν δὲ λέγει τὴν σκοτεινὴν ἀπὸ τοῦ Ἔρεβος. οὕτω δὲ καὶ ἀπὸ τοῦ σέβω γίνεται τὸ σεμνόν, τροπῇ τοῦ β εἰς μ. περὶ δὲ τῆς αἰγίδος προγέγραπται μὲν ὀλίγον τι ἐν τῇ ἄλφα ῥαψῳδίᾳ, ἑτέρωθι δὲ γραφήσεται κάλλιον. [Ἐνταῦθα δὲ τοσοῦτον καὶ μόνον ῥητέον, ὅτι τὸ ἐρεμνὸν τῆς αἰγίδος νέφος ὑπεμφαίνει αὐτὴν εἶναι πυκνὸν