Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.729
Not analysed yet
καὶ καταιγιδῶδες.] Τὸ δέ «πᾶσι» πανωλεθρίαν Τρώων τε καὶ τῶν παρ' αὐτοῖς ἐπικούρων δηλοῖ. (v. 168) Τὸ δέ «τῆσδε ἀπάτης κοτέων» παρήχησίς ἐστι πρὸς τὸ ὅρκια πάτησαν. παρηχοῦνται γὰρ ἡ ἀπάτη καὶ τὸ ἐπάτησαν. ἐτέθη δὲ κατὰ μακρὰν ἀπόστασιν διὰ τὸ σωφρόνως ἔχειν καὶ περὶ τὰ τοιαῦτα τὸν ποιητήν. (v. 170) Τὸ δέ «μοῖραν ἀναπλήσῃς», ὅ ἐστιν ἐκπληρώσῃς, «βιότου», περίφρασίς ἐστι τοῦ θάνῃς. καὶ ἡ μοῖρα δὲ τοῦ βιότου αὐτὸν τὸν βίον δηλοῖ περιφραστικῶς. [δοκεῖ δὲ σεμνῶς ὁ ποιητὴς λέξιν κοινὴν καὶ οὕτω σαφῆ τὴν τοῦ θανεῖν περιφράσαι φιλοτιμότερον, ὡς οὐκ ἂν ἕτερός τις φράσειε.] (v. 171) Πολυδίψιον δὲ τὸ Ἄργος καλεῖ ἢ ὡς πάνυ ποθούμενον Ἕλλησιν ἤ, ὅτι μυθεύεται ἄνυδρόν ποτε εἶναι, ὕστερον μέντοι εὔυδρον γενέσθαι Ποσειδῶνος ἀναρρήξαντος τὰς ἐν Λέρνῃ πηγὰς διὰ τὸν τῆς Ἀμυμώνης ἔρωτα, ἐξ ἧς καὶ Ἀμυμώνια ἐν Ἄργει ὕδατα. ἢ καὶ ἀπὸ τῶν Δαναΐδων, αἳ παραγενόμεναι ἐξ Αἰγύπτου φρεωρυχίαν ἐδίδαξαν, ὡς Ἡσίοδος· «Ἄργος ἄνυδρον ἐὸν Δαναὸς ποίησεν ἔνυδρον». τῷ μέντοι Γεωγράφῳ ἀρέσκει πολυΐψιον αὐτὸ νοεῖν χωρὶς τοῦ δ. τοῦ δέλτα δὲ ἐγκειμένου λέγει, ὅτι τινὲς ὑπερβατῶς αὐτὸ δέχονται σὺν τῷ δ κατὰ συναλιφὴν συνδέσμου· «καί κεν ἐλέγχιστος πολὺ δ' ἴψιον Ἄργος ἱκοίμην», ἀντὶ τοῦ εἰς Ἄργος πολυδιάφθορον πολέμοις, κατὰ τὸ «πολύφθορόν τε δῶμα Πελοπιδῶν». τὸ γὰρ προϊάψαι καὶ τὸ ἰάψαι βλάβην τινὰ δηλοῖ. ἄλλως γάρ, φησίν, ἡ χώρα τὸ Ἄργος εὐυδρεῖ, εἰ καὶ αὐτὴ ἡ πόλις ἐν ἀνύδρῳ κεῖται. λέγει δὲ καὶ αὐτός, ὡς πολύυδρον Δαναὸς τὸ Ἄργος ἐποίησε καταδείξας τὰ ὑδρεῖα. Σημείωσαι δὲ καί, ὅτι προσπαθῶς ὁ βασιλεὺς δοκεῖ ἔχειν τῇ τῶν ὑδάτων δαψιλείᾳ. διὸ οὐ μόνον οἷον οἰκτιζόμενος πολυδίψιον τὸ Ἄργος καλεῖ, ἀλλὰ καὶ φρεωρυχίᾳ φιληδεῖν ἱστόρηται. Ἀγαμεμνόνεια γοῦν ᾄδονταί τινα φρέατα, ἐπεὶ περὶ Ἀττικήν, φασί, καὶ ἐν Αὐλίδι καὶ πολλαχοῦ τῆς Ἑλλάδος ὤρυξεν ὁ Ἀγαμέμνων φρέατα. καὶ τοίνυν ὁ ὀκνῶν οἰνοβαρῆ καὶ ἔμφορτον οἴνου τὸν Ἀγαμέμνονα σκώπτειν, ὡς προϊστόρηται, ἔχοι ἂν ἐν τούτοις τὸ νηφάλιον αὐτῷ ἐπιμαρτύρασθαι διὰ τὸ φιλίως ἔχειν, ὡς εἴρηται, πρὸς τὰ ὕδατα. Ἔτι σημείωσαι καί, ὅτι πολυδίψιον εἰπεῖν καὶ λειψύδριον ταὐτά πως φαίνεται καὶ ἔοικεν ἐκεῖνο ἐκ τοῦ Ὁμηρικοῦ πολυδιψίου ληφθῆναι. ἦν δὲ Λειψύδριον χωρίον, φασίν, ὑπὲρ τῆς