Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.730
Not analysed yet
Σπάρτης, ὃ ἐτείχισαν οἱ φυγάδες τῶν τυράννων, ὧν οἱ Ἀλκμαιωνίδαι προειστήκεισαν. ἐκπολιορκηθέντων δ' αὐτῶν ὑπὸ τῶν περὶ Πεισίστρατον σκολιὸν εἰς αὐτοὺς ᾔδετο, ἤγουν μέλος τι ἐψάλλετο παροίνιον, τοιοῦτον· Αἲ αἲ Λειψύδριον προδοσέταιρον, οἵους ἄνδρας ἀπώλεσας μάχεσθαί τ' ἀγαθοὺς καὶ εὐπατρίδας. ἦν δὲ καὶ παροιμιαζομένη ἡ ἐπὶ Λειψυδρίῳ μάχη. (v. 172) Τὸ δέ «πατρίδος αἴης» ἐντελῶς εἴρηται, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ «πλάζει δ' ἄπο πατρίδος αἴης» καὶ μετ' ὀλίγα ἐν τῷ «φίλην ἐς πατρίδα γαῖαν». ὅτε δέ γε πατρίς μόνον λέγεται, ἐλλειπτικῶς λαλεῖται· λείπει γὰρ τὸ αἶα ἢ γῆ ἢ χώρα ἤ τι τοιοῦτον, ὥσπερ καί, ὅτε τις οἰκείαν τὴν πατρίδα λέγει, κατ' ἔλλειψιν λέγει. τὸ γὰρ πλῆρές ἐστι καὶ τότε, οἰκεία γῆ ἢ πόλις ἢ πατρίς. ἔτι ἰστέον καί, ὅτι τὸ «Ζεὺς δέ σφιν ὑψίζυγος αἰθέρι ναίων» καὶ ἑξῆς, ὡς προέκκειται, παρῳδηθήσεταί ποτε εἰς θεὸν ἢ καὶ ἄνδρα ὑψηλόν, ὃς κατὰ ἀπατεώνων χολώσεται. (v. 172—81) Ὅτι τοῦ μέλλοντος ἐπιστρεφόμενος εὐγενῶς ὁ βασιλεὺς λυπεῖται καὶ χανεῖν αὐτῷ τὴν χθόνα εὐρεῖαν εὔχεται, οὐ μόνον, εἴπερ Μενελάου θανόντος οἰχήσονται Ἀχαιοὶ λιπόντες τὴν Ἑλένην εὐχωλήν, ὅ ἐστι καύχημα, Πριάμῳ καὶ Τρωσίν, ἀλλὰ καὶ εἴπερ αὐτοῦ κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ τῶν τις Τρώων ὑπερηνορεόντων τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο ἐρεῖ· «αἴθ' οὕτως ἐπὶ πᾶσι χόλον τελέσοι Ἀγαμέμνων, ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδε Ἀχαιῶν. καὶ δὴ ἔβη οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν σὺν κεινῇσι νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον». τοῦτο δὲ καὶ οἷον ἐπίγραμμά τι ποιεῖ ἐπὶ τῷ τοῦ ἀδελφοῦ τύμβῳ περιπαθῶς, ἵνα μηδὲ τὰ τοιαῦτα ὁ ποιητὴς ἀφήσει ἀνεξέργαστα. πάνυ δέ, φασί, περιπαθῶς κενὰς τὰς νῆας λέγει, ἐν αἷς οὐ πλεύσει ὁ ἀδελφὸς Μενέλαος. καὶ τὸ «ἀγαθὸν δὲ Μενέλαον» καὶ τὸ «Μενελάου κυδαλίμοιο» οὕτω λέγει, ὡς εἴ τις θάψας πατέρα εἴποι, ὅτι ἀγαθὸν καὶ κύδιστον πατέρα ἀπώλεσα. οὕτω μονῳδεῖ ὡς ἐπὶ τεθνεῶτι τῷ ἀδελφῷ, ὅσγε καὶ τῆς χειρὸς πρὸ τούτων ἔχων αὐτὸν βαρυστενάχων εἶπεν, ἃ εἶπεν. (v. 185) Ἐκεῖνος μέντοι θαρσύνει αὐτὸν εἰπών, ὡς οὐκ ἐν καιρίῳ ὀξὺ ἐπάγη βέλος, ἤγουν οὐκ ἐν ἐπιτηδείῳ μέρει, ὡς δηλοῖ καὶ ὁ γράψας πληγῆναί τινα τὰ ἐπιτήδεια. [Ἰστέον δέ, ὅτι καιρία μὲν πληγή, εἰς ἣν ὁ πλήξας οὐκ ἀπώλεσε τὸν καιρὸν ἐν κενοῖς, οὐ καιρία δὲ τὸ ἀνάπαλιν. χρήσιμον δ' ἐνταῦθα καὶ τὸ «μάλιστα δὲ καίριόν ἐστι» καὶ ὁ καίριος δὲ