Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.731
Not analysed yet
λόγος καὶ ὁ ἄκαιρος ὅμοιόν τινα νοῦν ἔχει. οὕτω δέ πως καὶ τὸ παρακαίρια ῥέζειν. [(v. 175) Ἰστέον δέ, ὅτι τὸ μέν «ἀτελευτήτῳ ἐπὶ ἔργῳ» ταὐτόν ἐστι τῷ ἀτελεῖ, ὅπερ ἐστὶ μὴ εἰληφότι τέλος, εἰ καὶ οἱ μεθ' Ὅμηρον ἀτελεύτητόν φασι τὸ μὴ πεφυκὸς τέλος ἔχειν, ἤγουν φθοράν, ἀλλὰ αἰώνιον.] (v. 176) Τὸ δὲ ὑπερηνορεόντων, ἐξ οὗ Εὐριπίδης μεγαλάνορα ὑπερηνορίαν ἔφη, δηλοῖ μὴ σώφρονος ἀνδρὸς εἶναι τὴν ῥηθεῖσαν Τρωϊκὴν ἠθοποιΐαν, ἀλλὰ σκωπτικοῦ τινος καὶ οὐκ εὐπαιδεύτου, καὶ μᾶλλον, εἰ καὶ ἐπιθρῴσκων τῷ τοῦ νεκροῦ τάφῳ, τουτέστιν ἐπεμπηδῶν, τὰ τοιαῦτα λαλεῖ. [Δοκεῖ γὰρ φίλον εἶναι τοῖς κακοήθεσιν ὥσπερ ἐνάλλεσθαι καὶ ἐπεμβαίνειν σώμασιν ἐχθροῖς νεκροῖς, οὕτω καὶ μνήμασιν, ἐφιεμένοις κωφὴν γαῖαν ἀεικίζειν.] (v. 178) Τὸ δέ· αἴθε οὕτως ἐπὶ πᾶσιν ὁ δεῖνα χόλον τελέσοι, ὡς καὶ νῦν ἅλιον ἐμόχθησεν ἢ ἐπόνησεν ἤ τι τοιοῦτον, προσαρμόσοι ἂν παρῳδηθὲν παντὶ πολλὰ μὲν προθεμένῳ βλάψαι τινάς, μηδὲν δὲ ἰσχύσαντι. (v. 180) Τὸ δέ «φίλην ἐς πατρίδα γαῖαν» ἐφερμηνευτικόν ἐστι τοῦ οἴκαδε. (v. 182) Τὸ δέ «ὥς ποτέ τις ἐρέει, τότε μοι χάνοι εὐρεῖα χθών», ἐξ οὗ λαβών τις ἔφη τὸ ἐθέλειν δῦναι κατὰ γῆς πολλὰς ὀργυίας, σχετλιασμός ἐστιν ἐπὶ λόγῳ φορτικῷ. (v. 184 s.) Βολῆς δὲ ἀβλαβοῦς φραστικόν, ἔτι δὲ καὶ διαβολῆς οὐδαμινῆς, τὸ «θάρσει μηδέ τί πω δειδίσσεο, οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος». ἐνθυμητέον δὲ ἐν τῇ ῥηθείσῃ βασιλικῇ φιλοτιμίᾳ καὶ τῇ τοῦ μέλλοντος ἐπιστροφῇ καὶ τὸν παρ' Εὐριπίδῃ φιλότιμον ἥρωα, ὃς ζῶν μὲν αὐτάρκως ἔχει καὶ ἐπὶ μικροῖς, θανὼν δὲ τῆς διὰ μακροῦ χάριτος ἐφίεται, δηλῶν καὶ αὐτός, ὡς οἱ ἀγαθοὶ ἄνδρες ἐπιστρέφονται τοῦ μέλλοντος. (v. 190) Ὅτι ἐν τῷ «ἕλκος δ' ἰητὴρ ἐπιμάσσεται» ἐπιμάσσεσθαι λέγει τὸ ἀποσπογγίζειν. ἀπὸ τούτου δὲ καὶ τὸ ἐκμάσσεσθαι καὶ ἐν Ὀδυσσείᾳ τὸ «ἀναμάξεις τῇ σῇ κεφαλῇ» καὶ τὸ «εἰσεμάσατο θυμόν». καὶ ἄλλως δ' ἐνταῦθα ἐπιμάσασθαι τὸ διὰ ἐπαφῆς θεραπεῦσαι. μάσσεσθαι γὰρ καὶ τὸ ἅπτεσθαι. δοκεῖ δὲ οὐ φαῦλον εἶναι εἰπεῖν τὸ ἐπιμάσσεται καὶ ἀντὶ τοῦ ἐκμυζήσει, ὃ κεῖται μετ' ὀλίγα ἐν τῷ «αἷμ' ἐκμυζήσας». Ἰστέον δέ, [ὅτι τε ἐκ τοῦ μάσσειν καὶ τὸ ἐκμαγεῖον γίνεται καὶ τὸ