Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.732
Not analysed yet
χειρόμακτρον καὶ ἡ μαγδαλιά, ἥτις ἦν ζύμωμά τι, ἐν ᾧ ἀποματτόμενοι τὰ ἐκ τῶν βρωμάτων λιπαρὰ ῥύπη οἱ παλαιοὶ ἐρρίπτουν κυσίν. ὅθεν καὶ παροιμία ἐπὶ τῶν λίχνων καὶ παρασίτων τὸ «κύων ζῶν ἀπὸ μαγδαλιᾶς». καὶ ὅτι τὸ μάττειν καὶ ἐπὶ τοῦ φυρᾶν ἄρτους τίθεται, ὅθεν καὶ ἡ μάζα καὶ ἡ μαγὶς καὶ ὁ μάγος δὲ ἀπὸ τοιούτου τινὸς γίνεται ῥήματος, καὶ μάλιστα ἐκ τοῦ ἀνωτέρω ῥηθέντος, ὡς τοῖς παλαιοῖς καὶ αὐτὸ δοκεῖ. καὶ ὅτι τὸ εἰρημένον ἐκμαγεῖον ἔκμαγμα λέγει ὁ Κωμικός.] καὶ ὅτι διασαφῶν ὁ ποιητὴς τὸ «ἕλκος ἰητὴρ ἐπιμάσσεται» ἐπάγει· «ἠδ' ἐπιθήσει φάρμακα, ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων», ὃ παραφράζων ἐν τοῖς ἑξῆς λέγει «αἷμ' ἐκμυζήσας ἐπ' ἂρ ἤπια φάρμακα πάσσε», τὰ παύοντα δηλαδὴ μελαινάων ὀδυνάων. Ἕλκος δὲ οὐ κατὰ τοὺς ὕστερον ἰδιωτικοὺς τὸ πῦον, <ὃ> οὐδὲ ὁ ποιητὴς οἶδεν, ἀλλὰ τὴν κατὰ τραῦμα λύσιν τῆς συνεχείας. ἅμα γοῦν βάλλεταί τις ἢ τιτρώσκεται καὶ εὐθὺς ἕλκος γενέσθαι τῷ τοιούτῳ φησί, [λεγόμενον οὕτω διὰ τὸ παρειλκύσθαι τοῦ συνεχοῦς, διὸ καὶ ἄπελος αὐτὸ εἶπε Καλλίμαχος διὰ τὸ μὴ πελάζειν ἀλλήλοις τὰ παρειλκυσμένα χείλη τοῦ διαιρέματος.] (v. 191) Τὸ φάρμακον δὲ μέση λέξις ἐπί τε μὴ ἀγαθοῦ λαμβανομένη παρὰ τὸ φέρειν ἄχος καὶ ἐπὶ ἀγαθοῦ παρὰ τὸ φέρειν ἄκος. διὸ φάρμακα ἐν τοῖς ῥηθεῖσιν εἰπὼν προσέθετο χάριν σαφηνείας τὸ «ἃ παύσει ὀδυνάων» καὶ δηλονότι ἀκέσεται, καὶ τὸ «ἤπια», ὧν παρώνυμός ἐστιν, ὡς ῥηθήσεται, καὶ ὁ Ἀσκληπιός. «Μέλαιναι δὲ ὀδύναι» αἱ θανατηραί, ὡς εἰς Ἅιδην μέλανα, ταὐτὸν δὲ εἰπεῖν εἰς σκότον, κατάγουσαι. (v. 192) Ὅτι τὸν Ταλθύβιον θεῖον κήρυκα λέγει, καθότι καὶ φθάσας ἐν τῇ αʹ τοὺς κήρυκας τοῦ Διὸς ἀγγέλους ἔφη. (v. 193) Ὅτι δυὸ ὄντων ἐπιφανῶν Ἕλλησιν ἰατρῶν, Ποδαλείριος μέν, οὗ ἡ ἐτυμολογία προγέγραπται, περὶ δίαιταν ἐπονεῖτο, Μαχάων δὲ περὶ τραύματα εἶχε, Τρίκκης καὶ αὐτὸς ἄρχων, πόλεως Θετταλικῆς, ἥν, ὡς καὶ ἐν Βοιωτίᾳ ἐγράφη, ἄρτι Τρίκκαλά φαμεν, καλουμένην καὶ αὐτὴν ἱππόβοτον,