Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.733
Not analysed yet
ὡς ὁ ποιητὴς λέγει, ἐπεὶ καὶ Ἄργος ἱππόβοτον ἔγνωμεν οὐ μόνον τὴν Πελοπόννησον, ἀλλὰ καὶ τὰ κατὰ Θετταλίαν. ἦν δὲ στρατιωτικώτερος ὁ Μαχάων, ὡς καὶ ἡ κλῆσις ὑποδηλοῖ. (v. 194) Ἄμφω δὲ Ἀσκληπιάδαι ἦσαν, ἤτοι παῖδες Ἀσκληπιοῦ ἀμύμονος ἰητῆρος, ὥς φησιν ὁ ποιητής. Ἀσκληπιὸς δὲ Χείρωνος μαθητής, Χείρων δὲ εὑρετὴς ἰατρικῆς καὶ λυρικῆς, υἱὸς Φιλύρας καὶ Κρόνου, εἷς τῶν Κενταύρων, ἐξ οὗ Χειρώνεια ἕλκη τὰ δυσαλθῆ, ἃ δηλαδὴ Χείρων κατέδειξε θεραπεύεσθαι. ἐκλήθη δέ, φασίν, Ἀσκληπιὸς ἢ διότι Ἄσκλην τὸν Ἐπιδαύριον ὀφθαλμιῶντα ἰάσατο ἤπιος ἐκείνῳ φανείς, ἢ πλεονασμῷ τοῦ λ παρὰ τὸ ἀσκεῖν ἠπίως τοὺς νοσοῦντας, ὅ ἐστιν ἐπιμελείας ἀξιοῦν, ἢ παρὰ τὸ μὴ σκελετεύεσθαι αὐτοὺς ἐᾶν ἠπίως προσφερόμενον. ἡ δὲ ὀξυτόνησις τοῦ ὀνόματος ἀπορίαν ἔχει, εἴπερ καὶ ἄλλως αἱ συνθέσεις τοὺς τόνους ἀναβιβάζουσι. καλῶς οὖν ἐποίει Δημοσθένης, ὡς ἱστορεῖται, προπαροξύνων τὴν λέξιν καὶ ἀναγινώσκων, Ἀσκλήπιος. ἡ δ' αὐτὴ ἀπορία καὶ ἐπὶ τοῦ ἔμπορος καὶ λογεμπόρος, ὡς δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ἴσως δὲ καὶ ἐπὶ τοῦ μύδρος καὶ ἀμυδρός καὶ ἐπὶ ἑτέρων δέ τινων. (v. 206) Ὅτι ἐν τῷ «τόξων εὖ εἰδώς» τὸ μὲν εὖ εἰδώς ἀντὶ τοῦ ἐπιστήμων ὤν λαμβάνει ὁ ποιητής, καθὰ καὶ ἐν ἄλλοις μυρίοις, εἰωθὼς καὶ ἄλλως τὸ εἰδώς μόνον αὐτὸ καθ' αὑτὸ γενικῇ συντάσσειν. τόξα δὲ τὴν τοῦ τοξεύειν ἐπιστήμην νοεῖ, λέγων, ὅτι τὸν Μενέλαον ἔβαλέ τις Τρώων ἢ Λυκίων τόξων εὖ εἰδώς. Τὸ δὲ Λυκίων ἀπὸ μέρους πάντας δηλοῖ τοὺς ἐπικούρους τῶν Τρώων. ἄξιοι δὲ λόγου οἱ Λύκιοι ὡς πολλοὶ καὶ ζαχρηεῖς ἐν πολέμῳ ὄντες, καθά που αὐτὸς ἐρεῖ ὁ ποιητής. Λυκίους δὲ οὐ τοὺς ὑπὸ τῷ Πανδάρῳ λέγει ὁ βασιλεύς, οἳ καὶ αὐτοί, ὡς προείρηται, Τρῶες ἦσαν, ἀλλὰ τοὺς ἐκ τῆς μεγάλης Λυκίας, οἵπερ ἦσαν ὑπὸ τῷ Σαρπηδόνι. οὕτω δὲ καὶ Ἀργεῖοι καὶ Ἀχαιοὶ ἀπὸ μέρους πάντες οἱ Ἕλληνες. (v. 206 s.) Ὅτι σεμνύνει ἀριστέα βληθέντα τὸ «ὅν τις ὀϊστεύσας ἔβαλε· τῷ μὲν κλέος, ἄμμι δὲ πένθος». (v. 211 s.) Οὕτω δὲ καὶ τὸ «βλήμενος ἦν· περὶ δ' αὐτὸν ἀγηγέραθ' ὅσσοι ἄριστοι κυκλόσε· ὃ δ' ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς». τοιοῦτος δὲ παρὰ τῷ ποιητῇ ὁ Μενέλαος, ὃν οὐ καινοπραγεῖ ὀνομάσας ἰσόθεον, εἴγε καὶ τὸν Ἀλέξανδρον θεοειδέα