Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.734
Not analysed yet
ἐκάλεσε καὶ τὸν Πάνδαρον ἀντίθεον. ἐγκωμιαστικὸς γὰρ τὰ πολλὰ ὁ ποιητής, ὡς προερρέθη, καὶ τοὺς ἥρωας ἀφ' ὧν ἂν ἔχοιεν ἀγαθῶν χαρακτηρίζει, ἐπικρύπτων εἴ τί που καὶ φαῦλον ἔχουσι, καὶ οὐ βλασφημῶν εἰς οὐδὲν δέον κατὰ τὸν ἐπίτριπτον Ἀρχίλοχον ἢ τὸν ἀργαλέον Ἱππώνακτα ἢ εἴ τις ἄλλος ἐπεσβόλος ἦν κατ' αὐτούς. (v. 218) Ὅτι τὸ ἐκπιέσαι τὸ τοῦ ῥηθέντος ἕλκους αἷμα ἐκμυζῆσαι λέγει. ἐγίνετο δέ, φασί, τοῦτο, ἵνα μὴ πυώσῃ σαπὲν καὶ βλάψῃ τὴν ἀπούλωσιν. τοῦτο δὲ ἀνωτέρω ἐπιμάσσεσθαι εἶπεν. ἀλλ' οἷον μὲν τὸ Ὁμηρικὸν τοῦτο ἐκμυζῆσαι, ᾔδεισαν οἱ τότε τὰ τοιαῦτα ἕλκη μεταχειριζόμενοι, οἱ δὲ νῦν βλέπουσι πολλοὺς καὶ μάλιστα τῶν βαρβαρικωτέρων, ὁπηνίκα τραῦμά τινι ἐντριβῇ, τῷ στόματι ἐκμυζῶντας τὸ αἷμα τοῦ ἕλκους, θεραπείαν καὶ οὕτω τεχνωμένους τινά. μυζᾷ δέ τις οὕτω καὶ γάλα ἐκ θηλῆς, ὡς καὶ δοκεῖν ἐκ τούτου γίνεσθαι τὸν μαζὸν ἐτυμολογούμενον καὶ ἄλλως, ὡς ἀλλαχοῦ δηλοῦται. [Μυζᾷ δὲ καὶ μυελόν τις καὶ ἄλλα τινὰ τοιαῦτα. δῆλον δ' ὅτι καὶ βδάλλειν τὸ τοιοῦτον λέγεται, ὡς ἐκ μεταφορᾶς φλεβῶν. εἰ δέ τι τοιοῦτο δηλοῖ καὶ τὸ βύζην ἐπίρρημα, χρὴ ζητῆσαι.] Ὠνοματοπεποίηται δὲ καὶ τὸ μυζᾶν ἐκ τοῦ μῦ στοιχείου ἄλλως ἤπερ τὸ μύζειν. Ὅτι τρεῖς φαρμάκων ἰδέαι παρ' Ὁμήρῳ· ἐπίπαστα, ὡς νῦν ἐπὶ Μενελάου, ᾧπερ ἤπια φάρμακα εἰδὼς πάσσεν ὁ Μαχάων· καὶ χριστά, οἷον ἰοὺς χρίεσθαι, καὶ πιστὰ κατὰ τὸν Αἰσχύλον, τουτέστι ποτὰ ἢ πότιμα, ὡς ἐπὶ Ἑλένης ἐν Ὀδυσσείᾳ τῷ κρατῆρι ἀναμιγνύσης φάρμακα. ἐκ δὲ τῆς τοιαύτης λέξεως οὐ μόνον τὸ φαρμακεύειν, ἰατρικὴ λέξις, ἀλλὰ καὶ φαρμάσσειν, τὸ στομοῦν σίδηρον ἐκ βαφῆς, καὶ τὸ ἁπλῶς βάπτειν καὶ τὰ βαφεῖα, φαρμακῶνες παρὰ τοῖς παλαιοῖς. (v. 214) Οἶδε δὲ καὶ τρεῖς βελουλκίας Ὅμηρος, ἐκτομὴν ἐπὶ Εὐρυπύλου καὶ διωσμὸν ἐν τοῖς ἑξῆς ἐπὶ Διομήδους καὶ ἐξολκήν, ὡς νῦν ἐπὶ Μενελάου. φησὶ γάρ· «τοῦ δ' ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι», οἱ προρρηθέντες δηλαδή. ἔστι δὲ τὸ πάλιν ἄγεν ἀντὶ τοῦ εἰς τὸ ἔμπαλιν ἐκλάσθησαν. τοῦτο δὲ εἴρηται πρὸς διαστολὴν τῆς πρώτης περιαγωγῆς καὶ κλάσεως, ἣν οἱ ὄγκοι πάσχουσι γλωχινούμενοι ἐν τῷ χαλκεύεσθαι. τότε μὲν γὰρ ἐπὶ τὸ ἄνω ἀφορῶντες γωνιοῦνται, νῦν δὲ θραυόμενοι ἔμπαλιν ἄγονται. ποιητικὴ δὲ λέξις