Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.735
Not analysed yet
καὶ τὸ ἄγεν. καὶ ἔστιν ὥσπερ τραφείς τραφέντος τράφεν, ὅ ἐστιν ἐτράφησαν, οὕτω καὶ ἀγείς ἀγέντος ἄγεν. (v. 219) Ὅτι τὸ φιλεῖν φίλα φρονεῖν λέγει περιφραστικῶς, οἷον «τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων», ὁ προρρηθείς. (v. 220) Ὅτι καιρία λέξις ἐπὶ σπουδαίας ἐνεργείας τὸ ἀμφιπένεσθαι. φησὶ γοῦν· «ὄφρα τοί», ἤγουν οὗτοι, «ἀμφεπένοντο Μενέλαον». τὸ δ' αὐτὸ καὶ ἀμφιπονεῖσθαί ἐστιν, ὡς τοῦ πόνου καὶ τοῦ πονεῖν γινομένων ἐκ τοῦ πένεσθαι. (v. 221) Ὅτι Πάνδαρος μὲν κατὰ Μενελάου ὀϊστεύσας κατῆρξε κακοῦ, ἐπηκολούθησαν δὲ Τρώων στίχες ἀσπιστάων, οἳ πρῶτοι ἐπιδραμόντες ἐπῆλθον αὐτοὶ τοῖς Ἕλλησι διὰ τὸ ἴσως νομίσαι θελήσει τῶν Τρωϊκῶν βασιλέων παρασπονδῆσαι τὸν Πάνδαρον. πάντες οὖν ἰδοὺ τοὺς ὅρκους ἐπάτησαν. δεόντως ἄρα καὶ ἀπολοῦνται πάντες κατὰ τὸ «Ζεὺς ἐπισείει ἐρεμνὴν αἰγίδα πᾶσι». τοὺς δὲ ἀσπιστὰς ἀσπιδοφέρμονα θίασον ἡ τραγῳδία εἶπεν. (v. 222) Ὅτι τὸ ἐνδύσασθαι τὰ ὅπλα καταδῦναι τεύχεα λέγει. φησὶ γοῦν· «οἳ δὲ κατὰ τεύχε' ἔδυν, μνήσαντο δὲ χάρμης». μετῆκται δὲ ἡ λέξις ἀπὸ τῶν εἰς βάθος δυνόντων. δύναται δὲ ταὐτὸν τῷ ἀμφιέσασθαι καὶ ἀμφιβαλέσθαι καὶ περιβαλέσθαι. λέγεται δέ τις καὶ πόλιν δύνειν καὶ πόλεμον. Ἰστέον δέ, ὅτι, ὥσπερ ἐκ τῆς γενικῆς μετοχῆς τοῦ λέγοντος ἀποκοπῇ τοῦ τέλους γίνεται τρίτον πληθυντικὸν παρῳχημένου χρόνου μετὰ αὐξήσεως «ἔλεγον ἐκεῖνοι», ὁμοίως καὶ τύπτοντος ἔτυπτον, καὶ τρέχοντος ἔτρεχον, καὶ ὅσα τοιαῦτα, οὕτω καὶ ἐκ τοῦ φύς ὀξυτόνου φύντος ἔφυν καὶ φάς φάντος ἔφαν καὶ βάς βάντος ἔβαν καὶ στάντος ἔσταν, μιχθείς μιχθέντος ἔμιχθεν καὶ δύντος ἔδυν. καθ' ὅμοιον δὲ λόγον καὶ φαανθέντος ἐφάανθεν Αἰολικὸν καὶ πληγέντος ἔπληγεν καὶ κοσμηθέντος ἐκόσμηθεν καὶ τὰ τοιαῦτα, περὶ ὧν καὶ προγέγραπται. [Πολλαχοῦ δὲ καὶ ἀναύξητα τὰ τοιαῦτα, ὁποῖον τὸ τραφέντος τράφεν, ἀγέντος ἄγεν, ὡς ἀνωτέρω κεῖται, ἀγερθέντος ἄγερθεν, βλαβέντος βλάβεν καὶ ἄλλα.] (v. 223—5) Ὅτι σπουδὴν πολλὴν τοῦ βασιλέως ἐνδείξασθαι θέλων διὰ συνεχῶν ἤκει συντόμως καὶ ἐνταῦθα μετοχῶν κατὰ σχῆμα ἄρσεως καὶ θέσεως, πλεοναζούσης διὰ κάλλος τῆς ἄρσεως. εὐειδὲς γὰρ σχῆμα καὶ αἱ ἀποφάσεις. καί φησιν· «ἔνθ' οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον οὐδὲ καταπτώσσοντα οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι, ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν». τῶν γοῦν ἵππων καταπηδήσας ἐποίει τὰ