Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.736
Not analysed yet
καὶ τὰ πεζὸς περιϊών, ἵνα δηλαδὴ τῇ φιλοπονίᾳ δυσωπήσῃ τοὺς Ἕλληνας καὶ μηδὲ ἐπαχθὴς ᾖ ἀπὸ τοῦ ἅρματος διαλεγόμενος. (v. 223) Ἔστι δὲ βρίζειν τὸ ἀπονυστάζειν, κυρίως δὲ τὸ βαρέως ἢ μετὰ τὴν βορὰν ἵζειν. ἡ δὲ λέξις καὶ ἐν Ὀδυσσείᾳ. τῶν δὲ ῥηθέντων τὸ μὲν βρίζειν τὴν παντελῆ ἀμέλειαν ἀποφάσκει τοῦ βασιλέως, τὸ δὲ πτώσσειν τὴν δειλίαν, τὸ δὲ οὐκ ἐθέλειν τὴν ὀκνηρίαν καὶ τὸ ἀπρόθυμον. [(v. 223) Ἰστέον δέ, ὅτι τὸ «οὐκ ἂν ἴδοις» ἀποστροφῆς ἐστι σχῆμα, ὡς ἢ τῆς Μούσης ἀποστρεψάσης τὸν αὐτῆς λόγον πρὸς τὸν αὐτῆς ὁμιλητὴν ποιητήν, ἢ καὶ τοῦ ποιητοῦ πρὸς τὸν ἀκροατήν. ἔστι δὲ τὸ «οὐκ ἂν ἴδοις» Ἀττικῶς ἀντὶ τοῦ «οὐκ ἂν εἶδες».] (v. 227) Ὅτι τοὺς πνευστιῶντας ἵππους φυσιόωντας λέγει εἰπών· «καὶ τοὺς μὲν θεράπων ἀπάνευθ' ἔχε φυσιόωντας», ὅπερ σημαίνοι ἂν καὶ τὸ φρυαττομένους ἢ καὶ τὸ ἀσθμαίνοντας, ὥς φασιν οἱ παλαιοί, καὶ πνεῦμα ἠρεθισμένους. ἦν δὲ ὁ τοιοῦτος θεράπων Εὐρυμέδων προσφυῶς τῷ εὐρυκρείοντι βασιλεῖ δοθεὶς εἰς ἡνίοχον. ἔστι δὲ καὶ τῷ Νέστορι Εὐρυμέδων ἕτερος. [Ἱστορεῖ δὲ τῷ βασιλικῷ Εὐρυμέδοντι πατέρα Πτολεμαῖον Πειραΐδην, τουτέστι Πειραίου υἱόν, οὗ τῆς παραληγούσης διφθόγγου ἐξεβλήθη τὸ ἰῶτα ἐν τῷ πατρωνυμικῷ ἀναγκαίως πρὸς εὐχρηστίαν μέτρου, ὁμοίως τῷ Ἀλκαῖος Ἀλκαΐδης. χρῆσις δὲ Πειραίου καὶ ἐν Ὀδυσσεία.] (v. 229) Ὅτι τὸ πλησίον ἔχειν τοὺς ἵππους παρίσχειν, ὅ ἐστι παρέχειν, λέγει ἐγγύτητα καὶ νῦν δηλούσης τῆς προθέσεως. οἱ δέ γε μεθ' Ὅμηρον ἐπὶ τοῦ δοῦναι τὴν λέξιν τίθενται ἐξ ὁμοιότητος, ἐπεὶ καὶ ὁ δωρούμενος ἐγγὺς τοῦ λαμβάνοντος ἔχει τὸ διδόμενον, παρέχων, οὐ μὴν ἀπέχων. (v. 230) Ὅτι στρατηγικὸν μόχθον ἐν πολέμῳ δηλοῖ τὸ «ὁππότε μιν γυῖα λάβοι κάματος πολέας κατακοιρανέοντα». (v. 231) Ὅτι Ὁμήρου εἰπόντος ἐνταῦθα, ὡς πεζὸς ὁ βασιλεὺς ἐπεπωλεῖτο στίχας ἀνδρῶν, [καὶ μετ' ὀλίγα δέ· «κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν»,] Ἐπιπώλησιν ἐντεῦθεν, ὡς καὶ προερρέθη, τὴν ῥαψῳδίαν ταύτην τινὲς ὠνόμασαν. (v. 234 ss.)