Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.737
Not analysed yet
Ὅτι ὥσπερ ἐν τῇ βῆτα τὸν Ὀδυσσέα ποικίλον τὴν ὁμιλίαν ἐποίει ἄλλως ἄλλοις ἐντυγχάνοντα, οὕτω καὶ νῦν τὸν βασιλέα, καὶ μάλιστα ὧδε ἀναγκαίως ποικιλώτερον, ὡς καὶ ἐπεξιόντα τοῖς καθέκαστον. καὶ τοιοῦτός ἐστιν, ὃν ἐν Ὀδυσσείᾳ λέγει πολύτροπον, τὸν μὴ καθάπερ εἰκόνα γεγραμμένην ἑστῶτα ἐπὶ σχήματος ἑνός, ἀλλ' εἰς πολλὰ τρεπόμενον καὶ πολυκίνητον τῇ διανοίᾳ καὶ ἀληθῶς πολυμήχανον. ἄλλως γάρ, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν διείληπται, ποικιλίαν ἤθους ἔχειν οὐκ ἂν εἰς ἐγκώμιον ἥρωος θείη τις. Σημείωσαι δέ, ὅτι πρῶτον μὲν κοινῶς τὴν βασιλικὴν δημηγορίαν ὁ ποιητὴς μελετᾷ, εἶτα καὶ ἰδικῶς. οἷον πρῶτον μὲν ἀορίστως οὕτως· «οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων, τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν· Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς· οὐ γὰρ ἐπὶ ψεύδέσι πατὴρ Ζεὺς ἔσσετ' ἀρωγός, ἀλλ' οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο, τῶν», ἤτοι αὐτῶν, «τέρενα χρόα γῦπες ἔδονται, ἡμεῖς δ' αὖτ' ἀλόχους τε φίλας καὶ νήπια τέκνα ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν. οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, τοὺς μάλα νεικείεσκε χολωτοῖς ἐπέεσσιν· Ἀργεῖοι ἰόμωροι, ἐλεγχέες, οὔ νυ σέβεσθε» καὶ τὰ ἑξῆς, ἐν οἷς καὶ νεβροῖς εἰκάζει τοὺς τοιούτους ὁ βασιλεύς, ὡς μετ' ὀλίγα εἰρήσεται. καὶ οὕτω μὲν στρατηγικῶς κατὰ τὸ ἀόριστον. εἶτα καταβὰς εἰς ὡρισμένα πρόσωπα λέγει, ὅπως ἦλθεν εἰς τοὺς Κρῆτας ὁ βασιλεὺς καὶ τί εἶπε καὶ τί ἐκεῖθεν ἤκουσεν. εἶτα ἐπὶ τοὺς Αἴαντας, μεθ' οὓς εἰς τὸν Νέστορα καὶ ἑξῆς. ἔνθα συχνὴν συνήθη ποικιλίαν ὁ ποιητὴς ἐπιδείκνυται, ἄλλα περὶ ἄλλων ἱστορῶν· οἷον τοὺς μὲν περὶ Ἰδομενέα θωρήσσεσθαι λέγων, τοὺς δὲ περὶ τοὺς Αἴαντας καὶ κορύσσεσθαι καὶ κινεῖσθαι εἰς μάχην, τὸν δὲ Νέστορα ἤδη τάσσειν εἰς πόλεμον τοὺς περὶ αὐτόν, Μενεσθέα δὲ τὸν βασιλέα τῶν Ἀθηναίων καὶ τὸν Ὀδυσσέα ἑστάναι διὰ τὸ μὴ θέλειν προϋπάρξαι μάχης, Διομήδην δὲ καὶ Σθένελον ἵστασθαι μὲν καὶ αὐτούς, ἐν ἵπποις δὲ καὶ ἅρμασιν, ἤτοι ἄνω ἵππων καὶ ἁρμάτων. οὕτω πολυειδῶς σχηματίζειν οἶδε τὰ πράγματα ὁ ποιητὴς ἄλλους ἄλλως καθιστῶν ἔχοντας. καὶ αἱ τοῦ βασιλέως δὲ πρὸς ἕκαστον ὁμιλίαι πολυειδεῖς πλάττονται καὶ αὐταί. Ἰδομενέα μὲν γὰρ ἀποδεξάμενος, τὸν ὑπασπιστὴν δὲ αὐτοῦ Μηριόνην οὐδενὸς ἀξιώσας λόγου, προφέρει χάριτας οἰκείας, ἀνθ' ὧν ὁ Ἰδομενεὺς ὀφειλέτης ἐστὶν ὁλοψύχου συμμαχίας τῷ βασιλεῖ. ἐπὶ δὲ τοῖς Αἴασιν εὐκτικῶς σχηματίζει τὸν λόγον, εὐχόμενος πάντας τοιούτους γενέσθαι τοὺς Ἕλληνας. τῷ δὲ γέροντι Νέστορι εὐκτικῶς καὶ αὐτῷ προσενεχθείς, τοὺς δὲ ὑπ' αὐτὸν ἐν οὐδενὶ λόγῳ θέμενος, ἐπεύχεται κατὰ τὴν προθυμίαν αὐτοῦ γενέσθαι καὶ τὴν δύναμιν. τὸν δὲ Μενεσθέα καὶ Ὀδυσσέα λόγοις ὀνειδιστικοῖς βάλλει καὶ μάλιστα τὸν Ὀδυσσέα, ἵνα καὶ οὕτω καινότητα καὶ ποικιλίαν