Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.747
Not analysed yet
διὸ καὶ αἰπόλος λέγεται ὁ ἄγων αὐτάς, οὐ μόνον ὡς αἰγοπόλος, ἀλλὰ κατά τινας καὶ ὡς αἰποπόλος, ἤγουν περὶ τὰ ὕψη πολῶν, διὰ τὸ καὶ τὰς αἶγας μάλιστα τοῖς τραχέσι χαίρειν. διὸ καὶ τῶν νήσων αἱ τραχύτεραι αἰγίβοτοί εἰσι. (v. 276) Τὸ δὲ ἐρχόμενον βούλεται μὲν εἶναι ἀντὶ τοῦ κινούμενον, εἴρηται δὲ ὡς ἐπί τινος ἐμψύχου, καθὰ καὶ τὸ «ἰὸν κατὰ πόντον». Ζεφύρου δὲ ἀνέμου μέμνηται ἢ ἁπλῶς οὕτω κατὰ τὸ ἐπελθὸν ἢ ὡς τὸν τοιοῦτον φιλῶν ἄνεμον μάλιστα ἢ καί, διότι αὐτοῦ μᾶλλον ἴδιον τὸ ἠρεμαίαν φρῖκα ὑποκινεῖν, ἧς χρεία ἐν τῇ ῥηθείσῃ παραβολῇ. Ἰωὴ δὲ ἡ τοῦ ἀνέμου πνοή, πρὸς ἀναλογίαν τοῦ ἐρωή καὶ ζωή, ἀπὸ τοῦ ἴω, καθὰ δηλοῖ τὸ «φαίνεται ἰὸν κατὰ πόντον». ἐξ αὐτῆς δὲ ἡ ἐν Ὀδυσσείᾳ ἰωγή, καθὰ δηλοῦται ἀκριβῶς ἐκεῖ. (v. 277) Τὸ δέ «μελάντερον ἠΰτε πίσσα» ἁπλῶς ἀντὶ τοῦ μέλαν κατὰ τὴν πίσσαν. οὐ γὰρ εἶχεν εἰπεῖν τι πίσσης μελάντερον. διὸ καὶ τὴν ὑπεροχικὴν σύγκρισιν εἰς ἰσότητα κατεβίβασεν, ἐν μέσῳ τῆς διεξοδικῆς παραβολῆς ἄλλην ταύτην συντομωτάτην ἐπεμβαλὼν παραβολήν. Τὸ δὲ τοῦ νέφους πάμμελαν πολλὴν ἐμφαίνει πύκνωσιν καὶ σύστασιν τῶν ἀναθυμιάσεων. ἄλλως γὰρ αἱ νεφέλαι ἀραιαὶ οὖσαι διαυγεῖς φαίνονται καὶ μᾶλλον αἱ πυρσαί. (v. 278) Τὸ δέ «ἄγει λαίλαπα» γλυκέως ἔχει, οἷα τοῦ ἐρχομένου καὶ ἰόντος πυκνοτάτου νέφους ἐπισυρομένου λαίλαπα, ὡς εἰ καί τι ἔμψυχον ἦν. (v. 279) Τὸ δὲ σπέος παρὰ τὸ σβέω ἐτυμολογοῦσιν οἱ παλαιοί, ἵνα εἴη σβέος τι διὰ τὸ τῶν σπηλαίων ἀφώτιστον. ἐξ αὐτοῦ δὲ ἔοικε συγκεκόφθαι τὸ σπές. Μῆλα δὲ ἐνταῦθα τὰς αἶγας δοκεῖ λαλεῖν γενικῶς. ἄλλως δὲ μῆλα τὰ πρόβατα.