Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.748
Not analysed yet
(v. 281) Τὸ δὲ κίνυντο ἀπὸ τοῦ κινύω κίνυμι παρῆκται ῥήματος, ἐξ οὗ καὶ τὸ «οὐδέ σε λήθω κινύμενος». τοῦ δὲ κινύω αὖθις παράγωγον τὸ κινύσσω, ἐξ οὗ παρ' Αἰσχύλῳ «αἰθέριον κίνυγμα», τὸ ἀέριον εἴδωλον, ὅπερ οὐκ ἀπέοικε τοῦ αἰθύγματος, ὃ ἀπὸ τοῦ αἰθύσσω γίνεται. (v. 282) Τὸ δὲ πεφρικυῖαι ἀντὶ τοῦ ὀρθούμεναι. πᾶν δὲ τὸ φρῖσσόν τινι φρίσσει τῷ λόγῳ τῶν πρός τι κατὰ Ὁμηρικὴν συνήθειαν, τὸ λήϊον ἀσταχύεσιν, ὁ κάπρος τῇ λοφιᾷ, ὁ ἄνθρωπος ταῖς θριξίν, ἡ μάχη ταῖς ἐγχείαις, ἡ θάλασσα τοῖς κύμασιν. οὕτω γοῦν καὶ νῦν αἱ φάλαγγες φρίσσουσι σάκεσί τε καὶ ἔγχεσιν, ἤγουν ὀρθὰ ἔχουσιν ἔτι πρὸ τῆς συμβολῆς τὰ σάκεα καὶ τὰ ἔγχεα. ὅθεν λαβὼν Εὐριπίδης ἔφη τὸ «πυκναῖς ἀσπίσι πεφρικότα», παρ' ᾧ κεῖται καὶ «λέοντος δέρος χαίτῃ πεφρικός». δῆλον δέ, ὅτι, ὥσπερ τὸ κυμαίνεσθαι θαλασσία λέξις ἐστίν, ὅπως ἂν καὶ λαμβάνοιτο, οὕτω καὶ τὸ φρίσσειν κἂν ἐπὶ λοφιᾶς ἢ χαίτης ἢ ληΐου ἢ ἔγχους λέγοιτο. [καὶ ὅτι ὁμοίου τόπου καὶ ἡ φρίκη καὶ ἡ φρίξ καὶ ἐπιφρίξ καὶ τὸ φρικαλέον καὶ τὸ φρικτόν.] καὶ ὅτι καὶ φόβον δηλοῖ ἐν τῷ «αἱ τρίχες φρίσσουσιν», ἤτοι ὀρθαὶ ἵστανται. καὶ χαρὰν δέ ποτε σημαίνει καὶ οἱονεὶ ὄρθωσιν ἐκ λυπηρᾶς καταπτώσεως, ὡς τὸ «ἔφριξα ἔρωτι, περιχαρὴς δ' ἀνεπτόμην». (v. 286 s.) Ὅτι ἰδὼν Ἀγαμέμνων τοὺς ἀμφὶ τοὺς Αἴαντας εὖ παρατεταγμένους καὶ ἤδη κινουμένους εἰς μάχην φησί· «σφῶϊ μέν, οὐ γὰρ ἔοικεν, ὀτρυνέμεν οὔτι κελεύω· αὐτοὶ γὰρ μάλα» ποιεῖτε τόδε τι. τοῦτο δὲ καὶ παροιμιῶδές ἐστι καὶ οἰκεῖον λέγεσθαι πρὸς πάντας, οἳ οἴκοθεν ἐπί τι καλὸν σπεύδουσιν. εἶτα καὶ ἐπεύχεται, ὅτι τοῖος πᾶσι θυμὸς ἐνὶ στήθεσσι γένοιτο, λέγων καί, ὅτι οὕτως ἂν τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. καὶ ὅρα, ὅπως καὶ σχήματι καὶ νοήματι τὰ αὐτὰ εὔχεται ὁ βασιλεὺς νῦν ἐπὶ τῶν ἀνδρείων τούτων Αἰάντων, ἅπερ καὶ ἐπὶ τοῦ φρονιμωτάτου Νέστορος, πλὴν ὅσον ἐκεῖ μὲν δέκα τοιούτους ἤθελε μόνους ἔχειν, ὧδε δὲ πάντας τοὺς Ἀχαιοὺς τοιοῦτον ἔχειν θυμόν. καὶ δηλοῖ τοῦτο ὑπεροχὴν τῆς συνέσεως πρὸς τὴν ἀνδρίαν, ὡς καὶ ἐν τῇ βʹ ῥαψῳδίᾳ εἴρηται. Ἰστέον δέ, ὅτι τὸ «σφῶϊ μέν» ὀφεῖλον γραφῆναι σφῶϊν, ἀντὶ τοῦ ὑμῖν, ἵνα ἦν «σφῶϊν οὔτι κελεύω», ὁμοίως τῷ «σφῶϊν μέν τ' ἐπέοικεν», ὃ μετ' ὀλίγα κεῖται, ὅμως διὰ μέτρου εὐχρηστίαν ἄλλως καινῶς ἀπεδόθη καθ' ἑτεροίαν σύνταξιν. ἔνθα ὅρα καὶ τὴν διακοπὴν τῆς ἐννοίας.