Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.749
Not analysed yet
ἐπεμβληθείσης γὰρ τῆς αἰτίας, εἶτα ὑπερβατῶς ἀνεπληρώθη τὸ ἐντελὲς κατὰ ἰδέαν περιβολῆς. τὸ δέ γε ἁπλοῦν ἦν «ὑμῖν μὲν οὔτι κελεύω, οὐ γὰρ ἔοικεν ὀτρύνειν». (v. 290) Τὸ δὲ ἠμύσειε λέξις μέν ἐστι ποιηταῖς φιλουμένη, γίνεται δὲ ἀπὸ τοῦ μύειν πλεονασμῷ τοῦ η, ὁμοίως τῷ βαιόν ἠβαιόν καὶ τοῖς τοιούτοις. δηλοῖ δὲ τὸ κατακλιθείη, σμικρυνθείη, καθ' ὁμοιότητα τῶν μυόντων εἴτε ὀμμάτων εἴτε λοιπῶν σωμάτων. (v. 291) Τὸ δέ «χερσὶν ὑφ' ἡμετέραις ἁλοῦσα» πρὸς διαστολὴν ἑτεροίας ἐπικλίσεως ἐρρέθη· ἐπεὶ δυνατὸν καὶ ἄλλως ἠμύσαι πόλιν ἁλώσεως δίχα, σεισμῷ τυχὸν ἢ παλαιότητι. [καὶ ἄλλως δὲ διαστολὴν δηλοῖ τοῦτο τῆς ὑπὸ χερσίν, ἤγουν ὑπὸ χειρῶν ἑτέρων, ἁλώσεως. Τὸ δέ «ἁλοῦσά τε περθομένη τε» ἢ ταὐτολογεῖ συνήθως ἢ σὺν τῇ ἁλώσει καὶ ἐμπρησμὸν ὑπεμφαίνει· ἐκ τοῦ πρήθω γὰρ καθ' ὑπέρθεσιν καὶ τροπὴν τὸ πέρθω γίνεται.] (v. 293 s.) Ὅτι ἐν τῷ «ἔνθ' ὅ γε Νέστορ' ἔτετμε, λιγὺν Πυλίων ἀγορητὴν οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι» στέλλειν μέν ἐστι τὸ ἐπιτέλλεσθαι, ὃ καὶ μετ' ὀλίγα κεῖται. Τὸ δὲ ἔτετμε ποιητικὴ λέξις ὑποδύσκολος, λαμβανομένη ἀντὶ τοῦ κατέλαβε. καὶ γίνεται ἀπὸ τοῦ τέμω ἔτεμε καὶ ἀναδιπλασιασμῷ ἐτέτεμε καὶ συγκοπῇ ἀναγκαίᾳ διὰ τὸ δύσμετρον τοῦ διτροχαίου ποδὸς ἔτετμεν, ἤτοι κατ' ἐπιτομὴν καιροῦ καὶ συντόμως ἢ ἐπιτόμως εὗρε. Δηλοῖ οὖν σπουδὴν ἡ λέξις. διὸ καὶ καιριώτερόν ἐστι τοῦ ἐν Ὀδυσσείᾳ. φησὶ γὰρ καὶ ἐκεῖ, ὅτι τὸν δεῖνα γῆρας ἔτετμε. θεραπεύονται δὲ εἰς δακτυλικὸν μέτρον τὰ τοιαῦτα πολυβράχεα ἢ διὰ προσθέσεως ἢ δι' ἐλλείψεως συμφώνου. προσθέσεως μέν, ὡς μογοτόκος μογοστόκος, ἐλλείψεως δέ, ὡς ἐτέτεμεν ἔτετμεν, ἔτι δὲ διὰ τροπῆς φωνήεντος ἢ ἐπενθέσεως. τροπῆς μέν, ὡς θεοτόκος θεητόκος, ἐπενθέσεως δέ, ὡς ἐπετανός ἐπηετανός καὶ ἐπήβολος. τοιοῦτον δὲ καὶ τὸ σταχυηλόγος καὶ ἄλλα, ὅμοιον τῷ θεητόκος. (v. 295) Ὅτι Ἀλάστωρ ἐνταῦθα