Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.750
Not analysed yet
ὑποστράτηγός τις Νέστορος, ὡς οἱονεὶ ἄλαστος ἤγουν μὴ πάσχων λήθην. παρὰ δὲ τοῖς ὕστερον καὶ Ζεὺς ἀλάστωρ, ὃν ἐλάνθανεν οὐδέν, ἢ ὁ τοῖς ἄλαστα πάσχουσιν ἐπαμύνων κατὰ τοὺς παλαιούς. κοινῶς μέντοι ἀλάστωρ, φασίν, ὁ ἁμαρτωλός, ἢ κατὰ Χρύσιππον ὁ φονεύς, διὰ τὸ ἄξιος εἶναι ἀλᾶσθαι ἢ ἀπελαύνεσθαι. βαρύτερον δὲ ἡ λέξις καὶ ἐπί τινων δαιμόνων κεῖται· δαίμονες γὰρ ἀλάστορες οἱ κακύνοντες. (v. 297—300) Ὅτι Νέστωρ τοὺς ἑαυτοῦ στέλλων, ὡς ἐρρέθη, καὶ ὀτρύνων μάχεσθαι, «ἱππῆας μὲν πρῶτα σὺν ἵπποισι καὶ ὄχεσφιν, πεζοὺς δ' ἐξόπισθε στῆσε πολέας τε καὶ ἐσθλούς, ἕρκος ἔμεν πολέμοιο», ἵνα δηλονότι τοὺς ἱππεῖς ὑποχωροῦντας οἱ πεζοὶ δέχωνται οἷά τινες πύλαι τείχους, ἢ καθ' Ὅμηρον εἰπεῖν «πολέμου γέφυραι», καὶ αὖθις οἱ αὐτοὶ πεζοὶ ἐκ διαστάσεως συναγόμενοι καὶ ἑνούμενοι ὡσεὶ πύργος καὶ οἷον ἕρκος πολέμου ὑπομένωσι τοὺς πολεμίους ἐπιόντας. κακοὺς δέ, φησίν, ἐς μέσον ἤλασε, καὶ ἱππότας δηλαδὴ καὶ πεζούς. διὰ τί; ἵνα τις, φησί, καὶ οὐκ ἐθέλων κατ' ἀνάγκην πολεμίζῃ, τοῖς μὲν ὄπισθεν ὠθούμενος, ἑπόμενος δὲ τοῖς ἐπὶ τοῦ μετώπου. μεταξὺ γοῦν δύο καλῶν ἕνα κακὸν ἐνέβαλε καὶ τοὺς δειλοὺς Λακωνικῶς ἄνδρα παρ' ἄνδρα ἔστησεν, ἵνα συνέλκοιντο ὑπὸ τῶν γενναίων οἱ κακοί. καὶ τοῦτό ἐστι τὸ ἐπὶ τριῶν ταχθῆναι τὴν φάλαγγα, ὃ δή φησιν Ἀρριανὸς ἐν τῇ Ἰνδικῇ, ἤγουν ἐπὶ τρεῖς ὡς εἰπεῖν στίχους ἢ ὀρδίνους. ἡ δὲ τοιαύτη ἔκταξις καὶ τοὺς τριστάτας ἔχει. ἕτεροι δὲ τὸ μὲν πρῶτα ἐπὶ τοῦ δεξιοῦ κέρατος ἤκουσαν, τὸ δὲ ὄπισθεν ἐπὶ τοῦ ἀριστεροῦ ἐνόησαν, καί φασιν ἐπὶ μετώπου τάσσεσθαι τὴν φάλαγγα καὶ