Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.751
Not analysed yet
οὐ κατὰ βάθος. Ἡρόδωρος δὲ καὶ Ἀπίων φασὶ κατὰ πλινθίον γενέσθαι τὴν τοῦ Νέστορος τάξιν, τουτέστι κατὰ στίχους ἐπιμήκεις, τὸν αὐτὸν ἔχοντας ἀριθμόν, καὶ μεταξὺ τῶν δύο στίχων ὁδόν τινα εἶναι, ὅπως δι' ἐκείνης καὶ προελθεῖν δύνωνται βουλόμενοι καὶ ὑποστρέψαι πάλιν. ταύτης δὲ τὰς μεταξὺ ὁδοὺς γεφύρας ὁ ποιητὴς καλεῖ. καὶ τοιούτου, φασί, τοῦ διαστήματος ὄντος οὐκέτι συμβαίνει οὔτε ἐπισκοτεῖσθαι τοὺς πεζοὺς ὑπὸ τῶν ἱππέων, ὡς αἰτιῶνταί τινες τὴν τοῦ Νέστορος ἔκταξιν, οὔτε συμπατεῖσθαι ὑπ' ἐκείνων. ἀναχωροῦσι γὰρ διὰ τῶν καλουμένων γεφυρῶν. (v. 300) Ἰστέον δέ, ὅτι, ὥσπερ ἡ σελήνη σεληναίη λέγεται κατὰ παραγωγὴν καὶ εὐνή εὐναία τραγικῶς, ἡ ἄγκυρα, καὶ ἡ παρ' Ὁμήρῳ καλάμη καλαμαία κοινότερον καὶ ἡ πέρα περαία [καὶ ἡ ἀλκή ἀλκαία ἐπὶ λέοντος, καὶ ἡ προνομή προνομαία ἐπὶ ἐλέφαντος καὶ ἡ ἀκτή Ἀκταία, ἐπὶ Ἀττικῆς παρὰ Καλλιμάχῳ,] καὶ ἡ ἀρχή ἀρχαίη καὶ ἡ Ἀθήνη Ἀθηναίη, οὕτω καὶ ἡ ἀνάγκη ἀναγκαίη ἐν τῷ «ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ». ἔνθα ἐφερμηνευτικά εἰσιν ἀλλήλων τὸ «οὐκ ἐθέλων» καὶ τὸ «ἀναγκαίῃ». καὶ σημείωσαι ἀνάγκην ταύτην ἐπαινουμένην. στρατηγικὴ γάρ ἐστιν ἐπὶ σωτηρίᾳ τῶν ὁμοεθνῶν. εἰσὶ δέ τινες καὶ ἐν Ὀδυσσείᾳ ἀναγκαῖοι πολεμισταί, ἄλλως ἐκεῖνοι οὕτω λεγόμενοι. (v. 301—5) Ὡς δὲ τιμιώτεροι τῶν ἄλλων οἱ ἱππεῖς, δηλοῖ ἐπαγαγών· «ἱππεῦσι πρῶτ' ἐπετέλλετο» κελεύων «σφοὺς ἵππους ἐχέμεν», ἤγουν ἐπέχειν τοὺς ἰδίους ἵππους, «μηδὲ κλονέεσθαι ὁμίλῳ», ἀτάκτως δηλαδή· «μηδέ τις», φησίν, «ἱπποσύνῃ καὶ ἠνορέῃφι πεποιθὼς οἶος πρόσθ' ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, μηδ' ἀναχωρείτω», μόνος δηλονότι πρὸ τῶν ἄλλων. διὰ τί; «ἀλαπαδνότεροι γάρ», φησίν, «ἔσεσθε». λύεται γὰρ οὕτως ἡ τάξις καὶ λειποταξίου γραφῇ ἐνέχεται ὁ πρόσθε τῶν ἄλλων ἐθέλων μάχεσθαι, ὡς καὶ ὁ πρὸ τῶν ἄλλων ἀναχωρῶν. τὸν δὲ λειποτακτοῦντα καὶ