Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.757
Not analysed yet
δ' ἐπὶ πόντον ἐδύσατο κυμαίνοντα», κωλύοντος δὲ τοῦ μέτρου παρέληξε τὸ μικρὸν ο, ὡς καὶ ἐν τῷ φῶς φόως καὶ Κῶς Κόως.] (v. 328) Ὅτι τοὺς Ἀθηναίους μήστωρας ἀϋτῆς λέγει, ὅ ἐστι βουλευτικοὺς ἐν μάχῃ. καὶ δὴ τακτικώτατος ἱστορεῖται εἶναι ὁ Ἀττικὸς οὗτος βασιλεὺς Μενεσθεύς, ὡς καὶ ἡ Βοιωτία δηλοῖ. τοὺς δὲ Καδμείους προϊὼν κέντορας ἵππων ἐρεῖ ὡς εὖ πωλοδαμνοῦντας. ἄλλως γὰρ οὐκ ἔπαινος ἵππου τὸ κεντεῖσθαι, ἀλλὰ ὀκνηρίας ἔνδειξις, καθὰ δηλοῖ καὶ Πίνδαρος ἀκέντητόν τινα ἵππον ἐπαινῶν ὡς εὐπρόθυμον. (v. 330) Τὰς δὲ τῶν Κεφαλλήνων στίχας οὐκ ἀλαπαδνὰς μετ' ὀλίγα φησίν, ἀλλὰ δηλαδὴ ἐξ ἐναντίου ἀνδρειοτάτας, ὥσπερ ἀλλαχοῦ τὸν Αἴαντα λέγει οὐκ ἀφαυρότατον Ἀχαιῶν ἀντὶ τοῦ ἀνδρειότατον. καὶ οὐκ ἐγήθησεν Ἀχιλλεύς, ἀλλὰ δηλονότι τοὐναντίον πολλὰ ἐλυπήθη. τοιοῦτον καὶ Σοφοκλέους περὶ Οἰδίποδος τὸ «πρέσβυς, οὐ πάνυ μοίρας εὐδαιμονίσαι πρώτης», ἤγουν γέρων οὐ τῆς πρώτης μοίρας τῶν εὐδαιμονιζομένων, ἀλλὰ δηλαδὴ τῆς ἐσχάτης. ὅμοιον καὶ παρ' Ἡροδότῳ τὸ «ὁμιλήσαντα Ἑλλήνων οὐ τῷ ἀσοφωτάτῳ σοφιστῇ Πυθαγόρᾳ», ἀλλὰ δηλαδὴ ἀνάπαλιν τῷ πάνυ σοφῷ. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα. ὅτι δὲ ταῖς τοιαύταις ἄρσεσι χρὴ συνυπακούεσθαι καὶ θέσιν, ἐδήλωσε πρὸ βραχέων Ὅμηρος ἐν τῷ «οὐ βρίζοντα οὐδὲ καταπτώσσοντα οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι, ἀλλὰ μάλα σπεύδοντα». Τὸ δὲ μήστωρες οὐ διὰ μέτρον ἐκτείνει τὴν παραλήγουσαν, ἀλλὰ κατὰ διάλεκτον Ἀττικήν. ὅτι δὲ Κεφαλλήνων ἄρχει ὁ Ὀδυσσεύς, καὶ ἐν τῇ Βοιωτίᾳ δηλοῦται, ὅπου, ὡς καὶ ἐν Ὀδυσσείᾳ, εἴρηται καὶ πόθεν ἕλκουσιν οἱ Κεφαλλῆνες τὸ ὄνομα. (v. 329) Ὅτι πλησίον τῶν Ἀθηναίων ὁ Ὀδυσσεὺς τάττεται χαίρων αὐτοῖς, ὡς εἰκός, διά τε τὴν τοῦ ἔθνους λογιότητα καὶ διὰ τόν, ὡς ἐρρέθη, τακτικώτατον ἐν αὐτοῖς βασιλέα Πετεών. [(v. 331) Κεῖται δ' ἐν τούτοις καὶ τὸ «ἠκούετο λαός» ἀντὶ τοῦ ἤκουεν, Ἀττικὸν ὂν καὶ Ἰωνικὸν καὶ αὐτό, καθὰ παρὰ Σοφοκλεῖ σὺν μυρίοις ἄλλοις καὶ τὸ «ἐσῴζετο τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται», ἀντὶ τοῦ ἔσῳζε καὶ ἀντὶ τοῦ σῴζει.] (v. 333—5) Ὅτι σχῆμα κεῖται ἀμφιβολίας καὶ ἐνταῦθα δύο ἐννοίας προϊσχόμενον. φησὶ γάρ, ὡς οἱ περὶ Μενεσθέα καὶ Ὀδυσσέα «ἵσταντο μένοντες», ἤτοι ἀναμέ-