Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.758
Not analysed yet
νοντες, «ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο», τουτέστιν ἀνέμενον, πότε ἂν πύργος, ἤτοι τάξις Τρώων κατὰ τῶν Ἀχαιῶν ἐκταχθεῖσα, προεπιχειρήσῃ καὶ κατάρξῃ τῆς μάχης ἐπὶ παραβάσει τῶν συνθηκῶν συμπαρασπονδήσασα τῷ Πανδάρῳ. ἢ καὶ ἄλλως, ἀνέμενον συντεταγμένοι, ὡς εἴρηται, οἱ Ἀθηναῖοι καὶ οἱ Κεφαλλῆνες, ὁπότε πύργος Ἀχαιῶν ἄλλος, Ἑλληνικὸς δηλαδή, κατὰ Τρώων ὁρμήσει, ὃ καὶ κάλλιον, ὡς δῆλον καὶ ἐκ τοῦ ἐφεξῆς εἰπεῖν, ὅτι ὁ βασιλεὺς ἔβη μετ' ἄλλους, ἵνα ὥσπερ τὸ μετ' ἄλλους, οὕτω καὶ τὸ πύργος ἄλλος νοοῖτο ἐπὶ Ἀχαιῶν. εἰ καί τινες αἰτιῶνται καὶ τοῦτο λέγοντες δεῖν συντεταγμένως αὐτοὺς πολεμεῖν. (v. 338—48) Διόπερ ὁ Ἀγαμέμνων κακοῖς δόλοις κεκασμένον καὶ τὰ ἑξῆς τὸν Ὀδυσσέα ἐρεῖ αἰτιασάμενος καὶ τὸν Μενεσθέα ἐν τῷ εἰπεῖν οὕτως· «ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον, τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ' ἄλλους; σφῶϊν μέν τ' ἐπέοικε μετὰ πρώτοισιν ἐόντας ἑστάμεν ἠδὲ μάχης καυστειρῆς ἀντιβολῆσαι. πρῶτοι γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο, ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζοιμεν Ἀχαιοί· ἔνθα φίλ' ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα οἴνου πινέμεναι μελιηδέος, ὄφρ' ἐθέλητον. νῦν δὲ φίλως χ' ὁρόῳτε», ἤγουν ἡδέως ἂν βλέποιτε, «καὶ εἰ δέκα πύργοι Ἀχαιῶν ὑμῶν προπάροιθε μάχοιντο». συνάγει δὲ ὁ λόγος, ὅτι αἰσχρὸν ἐν συμποσίῳ μὲν τοῖς πρώτοις καταλέγεσθαι ὑμᾶς, ἐν δὲ μάχῃ τοῖς δεκάτοις. καὶ οὕτω μὲν ὁ βασιλεύς. (v. 349—51) Ὀδυσσεὺς δὲ οὐκ ἐνεγκὼν τὴν ἐπίπληξίν φησιν· «Ἀτρείδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;» ὃ δὴ μυριαχοῦ τῆς Ὁμηρικῆς κεῖται ποιήσεως· «πῶς δὴ φῂς πολέμοιο μεθιέμεν, ὁππότ' Ἀχαιοὶ Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;» δικαιολογούμενος ἀπὸ καιροῦ πρὸς τὸ ἀργεῖν καὶ δοκεῖν πτώσσειν καὶ ὁμολογῶν μὲν ἵστασθαι, αἴτιον δὲ τούτου λέγων τὸ μὴ εἶναι νῦν πόλεμον ὀξύν. Πρὸς ὃ μηδὲν ἔχων ὁ βασιλεὺς ἀντειπεῖν ἱλαρυνθήσεται μικρὸν ὅσον. (v. 353—5) Τέως δὲ προστίθησιν Ὀδυσσεὺς καὶ ταῦτα· «ὄψεαι, ἢν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα Τρώων· σὺ δὲ ταῦτ' ἀνεμώλια βάζεις». Ἔνθα σημείωσαι, ὡς Ὀδυσσεὺς μὲν ἄρτι ὀργῆς γέγονεν ἀκρατὴς ἐν δέοντι, Διομήδης μέντοι φέρει ἐν τοῖς ἑξῆς τὴν ἐπίπληξιν ἀκούσας τὸ «τί πτώσσεις» καὶ τὰ ἐφεξῆς. αἴτιον δέ, ὅτι αὐτὸς μὲν νέος, Ὀδυσσεὺς δὲ πρεσβύτερος καὶ φρονιμώτερος. οἱ δὲ τοιοῦτοι τιμᾶσθαι σφᾶς αὐτοὺς δεῖν οἴονται. καὶ ἄλλως δέ, ὁ Ὀδυσσεὺς ὡς πανοῦργος ἐπιπλήσσεται καὶ δριμύτερον ἤπερ ὁ Διομήδης. αὐτῷ γὰρ ὁ τοῦ πατρὸς Τυδέως ἔπαινος μειώσει τὴν ὕβριν. ἔτι δὲ λάλος ἐπικληθεὶς ὁ Διομήδης σιωπήσει, ἵνα μὴ βεβαιώσῃ τοῖς ἔργοις τὴν ὕβριν. ἤκουσε γὰρ τοῦ πατρὸς χερείων εἶναι τῇ μάχῃ, ἀμείνων δὲ τῇ ἀγορᾷ. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ὀδυσσέως. (v. 356—63) Ὁ δὲ