Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.759
Not analysed yet
βασιλεὺς γνοὺς εὐλόγως αὐτὸν ὀργιζόμενον, ἐπιμειδήσας καὶ ἀγαλλιάματι κεράσας τὸ σκυθρωπὸν συγγνώμην τε αἰτεῖ καὶ μειλίχια προσφωνεῖ. φησὶ γὰρ περὶ αὐτοῦ ὁ ποιητὴς οὕτω· «τὸν δ' ἐπιμειδήσας προσέφη, ὡς γνῶ χωομένοιο· πάλιν δ' ὅ γε λάζετο μῦθον», τουτέστιν ἀνέλαβε τὸν λόγον ἀνάπαλιν εἰπών· «Διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, οὔτε σε νεικείω περιώσιον οὔτε κελεύω· οἶδα γάρ, ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις, ἅ τ' ἐγώ περ. ἀλλ' ἴθι, ταῦτα δ' ὄπισθεν ἀρεσσόμεθα, εἴ τι κακὸν νῦν εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν». τοῦτο δὲ μεταποιήσοι τις ἂν παρῳδήσας, ὅτε τινὶ μετὰ νεῖκος φιλιοῦται. θαυμασία δ' ἐν τοῖς ῥηθεῖσιν ἡ Ὁμηρικὴ μέθοδος. πρὸ γὰρ τῶν πολεμικῶν ἔργων ψυχαγωγεῖ τὸν ἀκροατὴν ἐν τούτοις λόγων ἡδέων τε καὶ πικρῶν κράματι. πικροὶ μὲν γὰρ οἱ ψόγοι, εὐπρόσιτοι δὲ οἱ ἔπαινοι. πρέπουσι δὲ ἄμφω προσώποις ἐνδόξοις. διὸ καὶ ταχὺ παύονται. ἄλλως γὰρ, εἴπερ ἦν ἂν ὁμοιότης ἐν τούτοις, ἐποίησεν ἂν δεινὰ ἡ ἐν αὐτοῖς σκωπτικὴ τραχύτης. Ἰστέον δὲ καί, ὅτι σκώπτει τὸν Ὀδυσσέα ὁ βασιλεύς, ἐπειδὴ θαρρεῖ τά γε εἰς αὐτόν. διὸ καὶ ὡς οἰκείῳ ἀπαρατηρήτως προσφέρεται, καθὰ καὶ πρὸ τούτου τὸ βασιλικὸν συμπόσιον ἔδειξεν. οὐ πάνυ δὲ πικρὸν τὸ σκῶμμα. τί γὰρ μέγα δεινόν, εἰ κακοῖς δόλοις κεκοσμῆσθαι λέγει αὐτόν; ὃς οὐκ ἐπαισχύνεταί που τὸ παντοίοις δόλοις κοσμεῖσθαι, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις μέλεσθαι λέγει διὰ τοὺς δόλους. ὅθεν καὶ παρασημαίνεται ὁ βασιλεύς, ὡς οὐ φιλονεικεῖ αὐτὸν περιώσιον ἤτοι μέγα. δι' οὗ διδάσκει ὁ ποιητής, ὅπως δεῖ τοῖς φίλοις προσφέρεσθαι, ὡς δέον ὂν μὴ νεικεῖν περιώσιον, ἵνα ὕστερον δυνώμεθα καὶ ἀρέσεσθαι ἤτοι συναρμοσθῆναι φιλικῶς καὶ εἰς ἀρθμόν, ὅ ἐστιν ἁρμονίαν φιλίας, ἐλθεῖν. τὸ γὰρ νεῖκος στάσις τε καὶ διάστασις. καὶ τοιάδε μὲν ταῦτα. (v. 338 s.) Ἐν δὲ τῷ «ὦ υἱὲ Πετεῶο» ἐκτείνεται ἡ λήγουσα τῆς κλητικῆς, ὡς καὶ ἑτέρωθι δηλοῦται, λόγῳ κοινῆς συλλαβῆς, διά τε τὴν προηγουμένην δασεῖαν καὶ διὰ τὴν ἐπικειμένην ὀξεῖαν καὶ διὰ τὴν τῆς λέξεως καταπεραίωσιν καὶ διὰ τὸ δύνασθαι διπλασιάζεσθαι τὸ ἐπαγόμενον ἄφωνον. Τὸ δέ «κακοῖσι δόλοισι» πρὸς διαφορὰν κεῖται δόλων ἑτέρων ἀγαθῶν, οἷς ἐπαινετῶς ἄν τις κοσμοῖτο, [καθὰ καί τις ἄλλος κλεπτοσύνῃ θ' ὅρκῳ τε τοῖς οὐ κακοῖς, ψεγόμενος μέντοι καὶ ἐκεῖνος, ἤκουσεν ἂν κακῇ τε κλεπτοσύνῃ καὶ κακοῖς ὅρκοις κεκοσμῆσθαι. ὅτι δὲ καὶ ἀψεγέσι δόλοις ὁ πολυμήχανος Ὀδυσσεὺς ἐκος-