Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.760
Not analysed yet
μεῖτο, δι' οὓς πᾶσιν ἀνθρώποις οὐκ ἐμισεῖτο ἀλλ' ἔμελεν, ὁ ποιητὴς ἱστορεῖ. οὕτω τις καὶ ἀπάτῃ χρώμενος εἰς δέον οὐκ ἂν ψέγοιτο, εἴγε κατὰ τὴν παροιμίαν ἀπάτης ἀγαθῆς οὐκ ἀποστατεῖ θεός. ᾗ ἀντίκειται ἡ κακή, ὁποίαν ὁ βασιλεὺς ἐκ Διὸς ἔπαθε. διὸ καί, ὡς ἐκ τοῦ ἀψόγου δόλου ὠνομάσθη, ὡς εἰκός, ὁ Δόλιος, τὸ κύριον, καὶ ὁ Δόλοψ, οὕτω ἐκ τῆς οὐ φαύλης ἀπάτης ὁ Ἐλεφήνωρ, ὡς ἐκ τοῦ ἐλεφαίρω, τὸ ἀπατῶ, καθὰ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δηλοῦται. Ὅτι δὲ Ὀδυσσεὺς ὡς καὶ δόλιος καὶ δόλων ἆτος ἐξ Ἑρμοῦ ἐλέγετο κατάγεσθαι, δῆλόν ἐστιν. ἐξ Ὁμήρου δὲ παρείλκυσε καὶ Σοφοκλῆς κίναδος ἐπίτριπτον τὸν Ὀδυσσέα σκῶψαι ὡς δόλιον κατὰ ἀλώπεκα τὴν καὶ κερδώ, ἀφ' ἧς εἴη ἂν καὶ κερδαλεόφρων. καὶ μὴν ἄλλως ἐνταῦθα] κερδαλεόφρονα τὸν Ὀδυσσέα ὁ βασιλεὺς καλεῖ, ὡς δῆθεν πραγματευόμενον τὸ ἔξω κινδύνων ἑστάναι. (v. 340) Τὸ δέ «καταπτώσσοντες ἀφέστατε» δηλοῖ καὶ ἑτεροίαν εἶναι μάχης ἀπόστασιν μὴ ψεκτήν, ὁποίαν ὁ Ὀδυσσεὺς οἰκειοῦται, οὐκ ἂν μεθίεσθαι τοῦ πολέμου εἰπών, εἴπερ ἦν ὀξὺς Ἄρης, περὶ οὗ προδεδήλωται. συγκέκοπται δὲ τὸ ἀφέστατε ὡς ἀπὸ τοῦ ἀφεστήκατε. διὸ καὶ δασύνεται. ἐν δὲ τῷ «μίμνετε δ' ἄλλους» τὸ ἄλλους περὶ πύργων νοητέον, ὡς δηλοῦται ἐν τῷ «καὶ εἰ δέκα πύργοι Ἀχαιῶν πρὸ ὑμῶν μάχοιντο». (v. 341) Τὸ δέ «μετὰ πρώτοισιν ἐόντας» καλὸν μὲν καὶ οὕτω γραφέν. ἦν δὲ γράψαι καὶ ἐοῦσι, κατὰ δοτικήν. ἀμφοτέρως γὰρ ἔχει τὸ ἀσόλοικον. ἡ δὲ τοιαύτη διπλόη τῆς συντάξεως πολλαχοῦ διαφαίνεται. (v. 342) Μάχη δὲ καυστειρὴ μυριαχοῦ τῆς ποιήσεως ἡ θερμὴ καὶ πυρόεσσα κατὰ τὸ «μάχοντο δέμας πυρός». διὸ καὶ δηϊοτής καὶ δηΐς ἡ αὐτὴ, καὶ δήϊος πόλεμος, ἀπὸ τοῦ δαίω τοῦ δηλοῦντος τὸ καίω. ἡ δὲ γραφὴ τῆς παραληγούσης Βοιώτιος, ὡς καὶ ἡ τῆς ὠτειλῆς. Ἀντιβολεῖν δὲ ἀεὶ παρ' Ὁμήρῳ τὸ συναντᾶν καὶ ὡς εἰπεῖν ἄντην