Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.761
Not analysed yet
βάλλειν καὶ ἐπιτυγχάνειν, παρὰ δὲ τοῖς νεωτέροις καὶ τὸ παρακαλεῖν παρὰ τὸ ἄντην ποδῶν βάλλεσθαι ἤτοι ῥίπτεσθαι τοὺς ἱκετεύοντας. [Διφορεῖται δὲ κατὰ σύνταξιν ἡ λέξις. ἐνταῦθα μὲν γὰρ μάχης ἀντιβολῆσαί φησίν, ἀντὶ τοῦ τυχεῖν καὶ ἄντην γενέσθαι, ἀλλαχοῦ δέ «εἴπερ μοι ἀντεβόλησαν ἐείκοσι» φησίν, ἀντὶ τοῦ συνήντησαν. τὸ μέντοι κοινότερον ἀντιβολεῖν αἰτιατικὴν πτῶσιν φιλεῖ. ἀντιβολῶ σε γάρ φαμεν.] (v. 343) Τὸ δὲ ἀκουάζεσθον παράγωγον μέν ἐστι τοῦ ἀκούω, δηλοῖ δὲ συγκλήτους εἶναι εἰς δαῖτα τοὺς οὕτως ἀκουαζομένους. δῆλον γάρ, ὡς καλοῦνται οἱ ἀκουαζόμενοι κατὰ τὸν Ὅμηρον δαιτός. (v. 344) Τὸ δέ «δαῖτα γέρουσιν» ἐφερμηνευτικόν ἐστι τοῦ οἶνον γερούσιον. ὡς γὰρ γέρουσιν ἐφοπλίζεται δαίς, οὕτω καὶ οἶνος. διὸ ῥηθείη ἄν, ὥσπερ οἶνος, οὕτω καὶ δαὶς γερούσιος. Ἰστέον δέ, ὅτι ἀπὸ κοινοῦ, καθὰ καὶ προδεδήλωται, ἦσαν τὰ βασιλικὰ συμπόσια, ὡς δηλοῖ καὶ τὸ «ἐφοπλίζοιμεν Ἀχαιοὶ δαῖτα». ἄλλως γὰρ οὐκ ἐνεχώρει τὸν βασιλέα οἴκοθεν δαπανᾶν ὡς τοὺς μὲν ἄλλους ἔχειν τὰ οἰκεῖα γέρα, αὐτὸν δὲ ἧσθαι δευόμενον. Δῆλον δὲ καί, ὡς γέροντας κἀνταῦθα συνήθως τοὺς ἐντίμους λέγει, οἷς μόνοις ἦν ἡ ἀπὸ κοινοῦ δαίς, ἣν τιμίαν ἔκρινον οἱ τότε ἀριστεῖς, ὡς καὶ ἡ Ὁμηρικὴ ἱστορία δηλοῖ. (v. 345) Τὰ δὲ ὀπταλέα κρέα καὶ σῖτον ὀπτὸν ῥηθείη ἂν καθ' Ἡρόδοτον καὶ ἐπὶ ἄρτου δὲ ἡ τοιαύτη λέξις τίθεται, ὡς ὁ αὐτὸς δηλοῖ ἐν οἷς λέγει, ὅτι λωτοῦ τι εἶδος πτίσαντες Αἰγύπτιοι ποιοῦνται ἐξ αὐτοῦ ἄρτους ὀπτοὺς πυρί. γίνεται δὲ τὸ μὲν ὀπταλέον πλεονασμῷ τῆς αλ συλλαβῆς ἐκ τοῦ ὀπτόν, αὐτὸ δὲ κατὰ συγκοπὴν ἐκ τοῦ ὀπτῶ ὀπτήσω ὀπτητόν. τὸ γὰρ ἀπαθὲς ὀπτόν τὸ θεατὸν δηλοῖ, ὡς καὶ Ἀθήναιος λέγει, ἔνθα σοφίζεται εἶναι ἰχθὺν ὠμόν, ὀπτόν. ἔοικε δὲ ὁμοίως ἐκ τοῦ ἕψω ἑψήσω ἑψητόν γενέσθαι τὸ ἑφθόν, κατὰ συγκοπὴν καὶ τροπήν. τάχα δὲ καθ' ὁμοιότητα τοῦ ὀπτητόν ὀπτόν εἴρηται παρ' Ἀριστοτέλει καὶ ἑρπτόν τὸ ἑρπετόν. (v. 346) Τὸ δέ «ὄφρα ἐθέλητον» νῦν μὲν σαφῶς εἴρηται, ἀλλαχοῦ δὲ περιφράζων ποιητικώτερον πόσιος καὶ ἐδητύος ἐξ ἔρον εἷναί φησιν, ἤγουν τὴν ἐπιθυμίαν πληρῶσαι, καὶ ἐξ ἔρον ἕντο, ἤγουν τὴν ἐπιθυμίαν ἐπλήρωσαν.