Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.762
Not analysed yet
(v. 347) Τὸ δὲ ὁρόῳτε, ὅπερ οἱ μεθ' Ὅμηρον ὁρῴητέ φασιν, ἐκ τοῦ ὁράοιτε ὁρῷτε γίνεται πλεονασμῷ Ἰωνικῷ τοῦ προπαραλήγοντος ο. πρῶτον δὲ αὐτοῦ πρόσωπον τὸ ὁρόῳμι, οὗ κοινὸν τὸ ὁράοιμι ὁρῷμι. [ἔστι δὲ τὸ «φίλως χ' ὁρόῳτε» ταὐτὸν τῷ ἡδέως ἂν βλέποιτε, ὃ διαστέλλεται πρὸς τὸ σὺν φόβῳ ὁρᾶν.] Πύργος δέ, ὡς καὶ πρὸ μικροῦ ἐρρέθη, τάξις στρατιωτική, καθὰ καὶ τὸ πλινθίον. πεπύκνωτο δὲ τετραγωνοειδῶς κατὰ σχῆμα πύργου, ὡς διδάξει παραβολικῶς ἀλλαχοῦ ὁ ποιητὴς ἁρμονίᾳ λίθων τοίχου εἰκάσας τοῦτον τὸν τακτικὸν πύργον. (v. 351) Τὸ δέ «πῶς δὴ φῂς πολέμοιο μεθιέμεν» καὶ ἑξῆς τραχέως ἠρώτηται, ὡς τοῦ βασιλέως μὴ ἔχοντος ἀποκρίνασθαι. (v. 352) Ὀξὺς δὲ Ἄρης ὁ τῶν ἤδη συμβεβληκότων εἰς μάχην. ὁ γὰρ πρὸ τῆς συμβολῆς τῆς μεθ' ὅπλων οὐκ ὀξύς ἐστιν, ἀλλ' ὡς εἰπεῖν ἀμβλὺς διὰ τὸ ἀνουτάτους ἔτι καὶ ἀτρώτους μένειν τοὺς ἀντιμάχους. καὶ ἄλλως δέ, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, ὀξὺς Ἄρης διὰ τὸν ὀξὺν σίδηρον, ὃς καὶ αὐτὸς Ἄρης κατ' ἀλληγορίαν λέγεται, [ἵνα ᾖ ἐγείρειν ὀξὺν Ἄρην τὸ μὴ κατακοιμίζειν ὑπὸ ἡσυχίᾳ τὰ ὄργανα τῆς μάχης, ἀλλ' ἐγείρειν καὶ ἐπανιστᾶν τοῖς ἐχθροῖς.] (v. 353) Τὸ δέ «ὄψεαι ἢν ἐθέλῃσθα» καὶ ἑξῆς, σκῶμμά τι λεληθὸς ἔχει πρὸς τὸν βασιλέα, ὡς ἐν τῷ καιρῷ τοῦ ὀξέος πολέμου μὴ ἂν δυνησόμενον ἐπέρχεσθαι καθ' ἡσυχίαν καὶ ἐπιτηρεῖν τοὺς στρατηγούς. διὸ καὶ εἴποι ἄν τις τὸ «ἢν ἐθέλῃσθα» ταὐτὸν εἶναι τῷ «εἰ δύνασαι». πολλαχοῦ γὰρ καὶ ἐπὶ τοιούτου σημαινομένου τίθεται τὸ ἐθέλειν. τοῦ δὲ μεμήλῃ πρῶτον πρόσωπον τὸ μέμηλα ὡς καὶ τοῦ ὀλώλῃ τὸ ὄλωλα, καθὰ καὶ προδεδήλωται. (v. 354) Τὸ δέ «Τηλεμάχοιο φίλον πατέρα» ὀνειδισμόν τινα ἔχει, ὡς τοῦ Ὀδυσσέως πατρὸς μὲν ὄντος, διὰ δὲ τὸν βασιλέα παρ' οὐδὲν θεμένου τὰ φίλτατα καὶ νῦν ὑβριζομένου ἐφ' οἷς ἔδει αὐτὸν καὶ ἀμοιβὴν σχεῖν μεγάλην. [Τὸ δέ «προμάχοισι μιγέντα» ἔστι μὲν περίφρασις τοῦ προμαχόμενον, φιλεῖται δὲ Ὁμήρῳ κατὰ τὴν αὐτοῦ φραστικήν, καθὰ καὶ Πινδάρῳ, παρ' ᾧ καὶ τὸ νικῆσαι νίκῃ μιγῆναι λέγεται.] (v. 355) Τὸ δέ «ἀνε-