Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.763
Not analysed yet
μώλια βάζεις» ταὐτόν ἐστι τῷ «ψευδῆ λέγεις». ὁ μὲν γὰρ ἀληθὴς λόγος πράγμασιν ἐγκαθήμενος οὐκ ἂν ἀνέμοις λέγοιτο φέρεσθαι, ὁ δὲ ψευδὴς κενεμβατῶν ἀέρος μόνον ἔστι πληγὴ καὶ πλέον οὐδέν. Σημείωσαι δέ, ὅπως ὁ μὲν συνετὸς ῥήτωρ Ὀδυσσεὺς ἀνεμώλια βάζειν τὸν βασιλέα λέγει, οὐ πάνυ τραχύνων τὸ σκῶμμα, Σθένελος δὲ ἐν τοῖς ἑξῆς ἀπαιδευτότερον λαλῶν «μὴ ψεύδεο», φησίν, «ἐπιστάμενος σάφα εἰπεῖν». Ἰστέον δὲ καί, ὅτι, ὥσπερ σόος σῶς, κατὰ συναίρεσιν τῶν δύο μικρῶν ο εἰς μέγα, καὶ πρόορα πρώρα καὶ ὁμοορόφιος ὁμωρόφιος καὶ τὸ οἰκίδιον τᾠκίδιον, οὕτω καὶ ἀνεμοόλια ἀνεμώλια, τὰ ἀνέμοις οἷον ὀλλύμενα καὶ ὡς εἰπεῖν ἀνεμόφθορα. (v. 356) Τὸ δὲ ἐπιμειδήσας καίριον ἐν τοῖς παροῦσιν. οὐ γὰρ ἐχρῆν τὸν βασιλέα, οὕτω θυμωθέντα ὡς καὶ ὑβρίσαι, ταχὺ μεταβληθῆναι τοῦ χόλου ὡς καὶ χανδὸν γελάσαι. ἀρκεῖ δὲ μόνον σεμνῶς γαληνιάσαι ὡς εἰς μειδίαμα καὶ οὕτω καταστορέσαι τὴν κύμανσιν τῆς ψυχῆς, ὁποῖόν τι ἐν ἄλλοις καὶ ὁ γέλως ἀνύει κατὰ Ὁμηρικὴν μέθοδον. (v. 357) Τὸ δέ «γνῶ χωομένοιο» σύστοιχόν ἐστι τῷ «πολέμων εὖ εἰδώς» καὶ «εἰδὼς πυγμαχίης». διὸ καὶ γενικῇ κατ' ἐκεῖνα συντάσσεται, ἵνα ᾖ τὸ «γνῶ χωομένου» ἀντὶ τοῦ γνῶσιν καὶ εἴδησιν ἔσχεν ὀργιζομένου. τοιοῦτον δὲ καὶ ἐν Ὀδυσσείᾳ τὸ «γνώτην ἀλλήλων». (v. 358) Τὸ δὲ πολυμήχανε πάνυ δεξιῶς ἐξεφωνήθη πρὸς ἔπαινον, ὥσπερ ἀνωτέρω αὐτοῦ τὸ πολύμητις Ὀδυσσεύς. τὸ γάρ «κακοῖσι δόλοισι κεκασμένε» μεταλαβὼν ἐν τῇ δευτέρᾳ προσφωνήσει σεμνότερον ὁ βασιλεὺς πολύμητιν καὶ πολυμήχανον τὸν Ὀδυσσέα καλεῖ, ὡς οὕτω δέον αὐτὸν καλεῖσθαι, οἷα τῆς μηχανῆς εὐφημοτέρας οὔσης τοῦ δόλου, καὶ μάλιστα διὰ τὴν μετὰ τοῦ πολύ σύνθεσιν. ἄλλως γὰρ ὁ μὴ πολυμήχανος, ἀλλὰ παμμήχανος, ψέγοιτ' ἄν, εἰ καὶ ἐπ' ἔλαττον τοῦ παντοίοις δόλοις κεκοσμημένου, ὥσπερ ἂν ψεκτέος εἴη καὶ ὁ κατ' ἔλλειψιν τοῦ φρονεῖν ἀμήχανος ὡς ἀνόητος. (v. 358) Σεμνύνει δὲ τὸν Ὀδυσσέα ὁ βασιλεὺς καὶ ἀπὸ τοῦ πατρός, καθὰ καὶ τὸν Μενεσθέα, καὶ ἀπὸ τῆς τύχης δέ, καὶ οὕτως ἐκθεραπεύει καὶ αὐτὸν εἰπών· «Διογενὲς Λαερτιάδη». ἠθικὰ δὲ ταῦτα πάντα καὶ οἷα διδάσκειν, ὅπως δεῖ καθομιλεῖν τοὺς καιρούς. (v. 359) Τὸ δὲ περιώσιον, ὡς καὶ ἑτέρωθι δηλοῦται,