Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.764
Not analysed yet
καθ' ὁμοιότητα γίνεται τοῦ θωυμάσιον. ὡς γὰρ ἐκεῖνο Ἰωνικῶς ἐκ τοῦ θαυμάζω θαυμάσω κεκίνηται, οὕτω καὶ τοῦτο ἐκ τοῦ περιαύω περιαύσω, τὸ φωνῶ, ἵνα ᾖ περιωύσιον, τὸ ἐξάκουστον τῇ ἐκφωνήσει, καὶ ἀπελεύσει τοῦ υ περιώσιον. (v. 360) Τὸ δέ «οἶδα, ὥς τοι θυμὸς ἐνὶ στήθεσσι» καὶ ἑξῆς φιλίας ἐστὶ παραστατικόν. (v. 361) Τὸ δέ «τὰ γὰρ φρονέεις, ἅ τ' ἐγώ περ» συνετέλεσέ τι καὶ αὐτὸ τῷ πρώτως εἰπόντι, ὅτι ὁ φίλος ἄλλος ἐγώ. δεῖ γὰρ ὡς ἐν τοῖς ἄλλοις κοινόν τινα ἐν κοινοῖς κατὰ τὴν τραγῳδίαν τῷ φίλῳ ξυνεῖναι, οὕτω καὶ ὁμοφρονεῖν, ὡς αὐτὸν ἐκεῖνον εἶναι κατὰ πάντα, ὅπου γε καὶ τάφους κοινοῦνται οἱ φίλοι καὶ τὰ ὀστᾶ σφίσι μίγδ' ἀλλήλοισιν ἐν ὁμῇ σορῷ τίθενται, ὅθεν πάνυ καλῶς εἴληπται καὶ τὸ «ὦ οὗτος» καὶ «ὦ αὕτη», ἀντὶ τοῦ «ὦ φίλε» καὶ «ὦ φίλη» ὡς τῶν οὕτω καλούντων δεικτικῶς τιθέντων τὸ οὗτος καὶ τὸ αὕτη καὶ ἑαυτοὺς ὑποδεικνύντων καὶ μονονουχὶ λεγόντων· «ὦ ἐγώ», ὡς ταὐτὸν ὂν ἐπὶ φίλου εἰπεῖν, ὦ σύ καὶ ὦ ἐγώ. Δήνεα δὲ τὰ βουλεύματα παρὰ τὸ δήν, ὃ σημαίνει τὸ ἐπὶ πολύ. ἀφ' οὗ καὶ δηναιὸς ὁ πολυχρόνιος. χρόνου γὰρ χρεία τοῖς ὀρθὰ βουλευομένοις. κατὰ γὰρ τὴν τραγῳδίαν φρονεῖν οἱ ταχεῖς οὐκ ἀσφαλεῖς. (v. 363) Μεταμώνια δὲ τὰ μάταια καὶ μὴ ὀνοῦντα, ὅ ἐστιν ὠφελοῦντα, ἵνα ἐκ τοῦ μη στερητικοῦ καὶ τοῦ ὀνῶ ἔχῃ κρᾶσιν ἡ λέξις τοῦ ο καὶ η εἰς ω μέγα, ὡς καὶ ἐπὶ τοῦ δῶμα γίνεται καὶ τοῦ σιωπή καὶ ἑτέρων πολλῶν. εἰ δὲ καὶ μεταμώλια γράφεται, εἴη ἂν ὁ σχηματισμὸς Ἀττικός. Ἀθηναῖοι γὰρ ἀντὶ τοῦ ν ἔστιν ὅτε λ τιθέασιν, ὁποῖον καὶ τὸ νίτρον καὶ ὁ πνεύμων, ἃ ἐκεῖνοι λίτρον φασὶ καὶ πλεύμονα, ὡς δηλοῖ καὶ ὁ Κωμικὸς ἐν τῷ «ψευδολίτρου κονίας» καὶ ἐν τῷ «πλευμόνων ἀνθάψεται». ὅμοιον δὲ τούτοις καὶ τὸ νεογιλόν. κἀνταῦθα γὰρ τὸ λ τοῦ ν ἀντέγκειται. νεογιλὸν γὰρ τὸ νεωστὶ γινόμενον [καί, ὡς ἓν ἀνθ' ἑνὸς κοινότερον φράσαι, νεογνόν.] τάχα δὲ καὶ τὸ γάλα οἱονεὶ γάνα ἐστὶ διὰ τὸ ἐξ αὐτοῦ γάνος. [(v. 366) Ὅτι ὥσπερ