Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.765
Not analysed yet
δῶμα πηκτὸν τὸ εὐπαγὲς προσυπακουμένου δηλονότι τοῦ εὖ, οὕτω καὶ ἅρματα κολλητά, ὅ ἐστιν ἅρμα κολλητόν, τὸ εὖ κεκολλημένον ἤγουν συμπεπηγμένον. οὐ δήπου γὰρ ἀναγκαίως κόλλῃ τὸ ἅρμα συνείχετο. σφῆνες γὰρ μάλιστα καὶ ἧλοι ἁρμόττουσιν αὐτό. (v. 367) Ὅτι ἐστὶ πατρωνυμικὸς τύπος καὶ διὰ τοῦ ιος. οὕτω γὰρ Τελαμώνιος Αἴας, ὁ τοῦ Τελαμῶνος, καὶ Σθένελος Καπανήϊος υἱός, ὁ τοῦ Καπανῆος, ὡς εἰκὸς δὲ καὶ Πηλήϊος, ὁ τοῦ Πηλῆος, καὶ Νηλήϊος, ὁ τοῦ Νηλῆος, κατὰ τὸ «Νηλήϊοι ἵπποι». ὅθεν καὶ ἀναλόγως Καπανηϊάδης ἐκ τοῦ Καπανήϊος παρῆκται κατὰ τὸ Δέξιος Δεξιάδης καὶ τὰ ὅμοια. δύναται δὲ οὕτως εἶναι καὶ Πηληϊάδης καὶ Νηληϊάδης καὶ ὅσα τοιαῦτα· ἴσως δὲ καὶ ἐκ τοῦ Καπανεύς, Καπάνειος, διαλέλυται ὁ Καπανήϊος υἱὸς προστεθειμένου τοῦ υἱός πρὸς διαστολὴν κτητικοῦ τινος, οἷον τοῦ Καπάνειος οἶκος ἢ Καπανήϊος ἵππος.] (v. 370 s.) Ὅτι ὁ ἐν πολέμῳ δειλὸς ἀκούσοι ἂν οἰκείως τὸ περὶ τοῦ βασιλέως πρὸς τὸν Διομήδην ῥηθέν· «ὤ μοι δεῖνα, τί πτώσσεις, τί δ' ὀπιπτεύεις πολέμοιο γεφύρας;» τίνες δὲ αὗται, πρὸ ὀλίγου γέγραπται. Σημείωσαι δέ, ὅτι πάνυ ἀστεῖος ὁ λόγος οὗτος. ἐπεὶ γὰρ ἐφ' ἅρματος ὁ Διομήδης ἵσταται, σκώπτει αὐτὸν ὁ βασιλεὺς πεζὸς περιϊὼν ὡς ἐξ ἀπόπτου τὸν πόλεμον βλέποντα καὶ τὰς αὐτοῦ διεξόδους ὡς ἀπὸ σκοπιᾶς τινος καθορῶντα τοῦ ἅρματος καί, ὡς εἰπεῖν, ἀπὸ περιωπῆς, καθὰ ὑπεμφαίνει τὸ ὀπιπτεύεις. ἀπὸ τοῦ ὄπτω γὰρ γίνεται καὶ αὐτό, καθὰ καὶ ἡ περιωπή, ἤγουν ἡ τῶν πέριξ ὀπωπή. ὄπτω γὰρ καὶ κατὰ παραγωγὴν ὀπτεύω καὶ ὀπιπτεύω κατὰ ἀναδιπλασιασμόν. ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ ὁ ἀλλαχοῦ δηλούμενος παρθενοπίπης καὶ πυρροπίπης καὶ ὅσα τοιαῦτα, ἔτι δὲ καὶ ὁ Ὀππιανός. διὸ καὶ ἐν δυσὶ π γράφεται ἀπὸ συγκοπῆς. (v. 372 s.) Ὅτι τὸ «οὐ μὲν Τυδέϊ γε ὧδε πτωσκαζέμεν φίλον ἦεν, ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι» λέγεται μὲν παρὰ τοῦ βασιλέως, ἵνα τὸν Διομήδην καταιδέσῃ ὡς μὴ τῷ πατρὶ ὅμοιον, δύναται δὲ παρῳδεῖσθαι εἰς