Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.766
Not analysed yet
γενναῖον πρόμαχον. (v. 371) Ἰστέον δέ, ὅτι προϋπόκειται μὲν τὸ πτώσσω ὡς τὸ «τί πτώσσεις», ἐξ αὐτοῦ δὲ γίνεται τὸ πτώσκω, ἐκεῖθεν δὲ τὸ πτωσκάζω καθ' ὁμοιότητα τοῦ ἀλύσκω ἀλυσκάζω, καὶ ὅτι πτήσσω μὲν κοινὸν καὶ Ἀττικόν, πτώσσω δὲ Ἰωνικόν. οὕτω δὲ καὶ ῥήσσω ῥώσσω, ἐξ οὗ καὶ ῥώξ ῥωγός, ὡς τὸ «ἀνὰ ῥῶγας μεγάροιο». ἐκ δὲ τοῦ πτώσσω καὶ ὁ πτώξ καὶ ὁ πολυπτὼξ τόπος, ἤγουν ὁ ἔχων πτῶκας πολλούς. (v. 373) Τὸ δέ «πρὸ φίλων μάχεσθαι» ἐντελῶς γέγραπται. ἀπ' αὐτοῦ δὲ ἐλλιπῶς ἐπινενόηται τὸ προμάχεσθαι, οὗπερ ἡ σημασία τὸ πρὸ φίλων ἢ πατρίδος ἢ γονέων ἢ ἑτέρων τινῶν μάχεσθαι. (v. 374 s.) Ὅτι ὁ ἐπαινῶν ἀριστέα τινά, ὃν οὐκ εἶδεν ὀφθαλμοῖς, εἴποι ἄν, ὅτι «ὣς φάσαν, οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε ἤντησα οὐδὲ ἴδον· περὶ δ' ἄλλων φασὶ γενέσθαι», ἤγουν περιγενέσθαι, ταὐτὸν δὲ εἰπεῖν περιττότερον γενέσθαι τῶν ἄλλων. οὕτω δὲ καὶ περιεῖναί τινων τὸ περιττότερον ἐκείνων εἶναι, οἷον «περὶ μὲν βουλῇ Δαναῶν ἐστε». ὡς νοεῖσθαι τὴν περι πρόθεσιν ἐν τοῖς τοιούτοις ἀντὶ τοῦ περισσοτέρου, ὃς γινόμενος ἐκ τῆς περι προθέσεως καὶ τοῦ σόω, τὸ ὁρμῶ, δηλοῖ τὸν ἄγαν ταχὺν καὶ σωστικὸν καὶ ἁπλῶς εἰπεῖν μέγαν καὶ πολὺν κατά τινα ἀρετήν, ὡς δηλοῖ τὸ «περιττὸς Ἀριστείδης» καὶ τὸ «περιττὸς τὴν σοφίαν», ὅμοιον ὂν τῷ πολύς τὰ θεῖα καὶ τοῖς τοιούτοις· λέγει δέ που καὶ Εὐριπίδης ἐπὶ ἐπαίνῳ τὸ «περισσὸς ὢν ἀνήρ», ἀντὶ τοῦ μέγας, πολύς. καὶ οὕτω μὲν ὡς ἐπὶ πολύ. Λαμβάνεται δέ ποτε τὸ περιττὸν καὶ οὐκ ἐπὶ ἐπαίνου, ὡς καὶ ἐν τῷ «τὸ γὰρ περισσὰ πράττειν οὐκ ἔχει νοῦν οὐδένα». [καὶ ἐν τῷ «τὰ γὰρ περισσὰ κἀνόνητα σώματα».] καὶ εἴη ἂν πρός γε τὸ τοιοῦτον περιττὸν ἐπαινετὸν μάλιστα τὸ ἀπέριττον. (v. 376—81) Ὅτι εὐμηχάνως καὶ ἐνταῦθα παρεισοδιάζει ὁ ποιητὴς πλατεῖαν Ἑλληνικὴν ἱστορίαν περὶ τοῦ ᾀδομένου Θηβαϊκοῦ πολέμου ἐν τῷ τὸν βασιλέα κατασμικρύνειν μὲν τὸν Διομήδην, ἐξαίρειν δὲ τὸν ἐκείνου πατέρα ὡς καὶ θαρσαλέον καὶ ἀνδρεῖον, ὅπερ βαρύ ἐστι. μέγα γὰρ κακὸν υἱῷ πατρὸς ἀγαθοῦ τὸ μὴ πατρῴζειν. Φησὶ γοῦν ὁ βασιλεύς, ὅτι τε οὐκ ἦν πτοιαλέος ὁ Τυδεύς, ὡς ὁ Διομήδης, καθὰ προσεχῶς ἐγράφη, καὶ