Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.767.1
Not analysed yet
ὅτι ἄτερ μὲν πολέμου εἰσῆλθε Μυκήνας ὁ Τυδεὺς ξεῖνος ἅμ' ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων κατὰ Ἐτεοκλέους καὶ Θηβαίων καὶ ζητῶν ἐπικούρους, ὅτε Θυέστης μέν, ὁ τότε ἐπιτροπεύων κατὰ τοὺς παλαιοὺς Ἀγαμέμνονος, ὡς καὶ ἐν τῇ βʹ ῥαψῳδίᾳ γέγραπται, ἔτι δὲ καὶ οἱ Μυκηναῖοι ἤθελον δοῦναι, ὁ Ζεὺς δὲ ἐκώλυσε. Καὶ σημείωσαι, ὅτι ἀπολογία τρόπον τινὰ ταῦτα τῷ βασιλεῖ πρὸς τὸν Διομήδην, ὃς εἴποι ἂν μὴ ἀναγκαῖος ὀφειλέτης εἶναι συμμαχίας τῷ βασιλεῖ, ὅτι μηδ' αὐτὸς Τυδεῖ τῷ πατρὶ πάλαι ποτὲ δεομένῳ συνήρατο. φησὶν οὖν ὁ βασιλεὺς ὑπὲρ μὲν ἑαυτοῦ, ὅτι οὐκ οἶδεν αὐτὸς τὸν Τυδέα ὡς νεώτατος ὢν τότε, ὑπὲρ δὲ τοῦ ῥηθέντος ἐπιτρόπου καὶ τῶν συμπολιτῶν, ὅτι ἐκείνους θέλοντας συμμαχῆσαι διεκώλυσε τὸ δαιμόνιον, ᾧ πείθεσθαι δεῖ. Φησὶ γάρ, ὅτι «οἳ δ' ἔθελον δοῦναι καὶ ἐπῄνεον, ὡς ἐκέλευον» καὶ ἑξῆς. ἔνθα σημείωσαι τὸ «οἳ δέ». Μυκήνας γὰρ εἰπὼν ἐπάγει τὸ «οἳ δέ», ὡς ταὐτὸν ὂν Μυκήνας καὶ Μυκηναίους εἰπεῖν. πόλις γὰρ οἱ πολῖταί εἰσι κατὰ τὸ «οὐδέν ἐστιν οὔτε πόλις οὔτε ναῦς ἔρημος ἀνδρῶν μὴ συνοικούντων ἔσω». διὸ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἀντὶ τοῦ εἰπεῖν «ὅτε δὲ ἡ ναῦς ἐνελιμενίσθη» ἔφη· «οἳ δ' ὅτε δὴ λιμένος ἐντὸς ἵκοντο», ἤγουν οἱ περὶ τὴν νῆα, ὡς ταὐτὸν ὂν εἰπεῖν ἡ ναῦς καὶ οἱ τῆς νέως. ἴσως δὲ καὶ διὰ τὸ πάντῃ φανερὸν ἐσίγησε καὶ τοὺς Μυκηναίους καὶ τοὺς ναύτας, ὡς καὶ ἐν τῷ «τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων». οὐ γὰρ λέγει τίνες ἀπηύρων τὴν Βρισηΐδα, ὡς δήλων καὶ αὐτῶν ὄντων. Ἰστέον δέ, ὅτι τοῦ τὸν Οἰδίποδα κατὰ τῶν ῥηθέντων αὐτοῦ δύο παίδων ἀγανακτῆσαι καὶ ἐπαράσασθαι διαλαχεῖν αἵματι καὶ σιδήρῳ τὴν βασιλείαν, ἀφ' ἧς αἰτίας ὁ Θηβαϊκὸς ἐξήφθη πόλεμος, ἄλλοι μὲν ἄλλας αἰτίας ἀποδεδώκασιν, ἐν αἷς καὶ μοῖρά τις κρεῶν παραδέδοται τὸν πατέρα λυπήσασα καὶ τὸ μὴ προστῆναι δὲ αὐτοῦ ἐξωθουμένου τῆς πατρίδος. τινὲς δὲ αἰτίαν γενέσθαι τοῦ κακοῦ λέγουσι μητρυιὰν ἐπιγενομένην αὐτοῖς. ἀποβαλὼν γάρ, φασίν, Οἰδίπους Ἰοκάστην ἔγημεν Ἀστυμέδουσαν, ἥτις διαβαλοῦσα τοὺς προγόνους τόν τε Πολυνείκην καὶ τὸν Ἐτεοκλέα ὡς πειρῶντας αὐτὴν ἐξέμηνε τὸν Οἰδίποδα εἰς θυμὸν καὶ ἀνεκύκησε τὰ ἱστορούμενα. Λέγεται δὲ καί, ὅτι Ἄδραστος βασιλεὺς Ἄργους χρησμὸν ἔχων λέοντι καὶ κάπρῳ συνοικίσαι τὰς θυγατέρας καὶ ἰδὼν ἱκετεύσαντας εἰς αὐτόν, Τυδέα μὲν συὸς ἐναπτόμενον δέρας, Πολυνείκην δὲ λέοντος δέρος χαίτῃ πεφρικός, κατὰ τὴν τραγῳδίαν εἰπεῖν, συνέβαλεν ἐπ' αὐτοῖς τὸν χρησμὸν καὶ ἔδωκε Τυδεῖ μὲν Δηϊπύλην, ἐξ ὧν Διομήδης, Ἀργείαν δὲ Πολυνείκει. Ἕτεροι δὲ παράσημα εἶναι τοῖς ἥρωσι τούτοις φασὶν ἐν ταῖς ἀσπίσι λέοντα καὶ κάπρον, ἐξ ὧν τὸν Ἄδραστον ἐναχθέντα εἰς τὸν νοῦν τοῦ χρησμοῦ συζεῦξαι τοῖς ξένοις τὰς θυγατέρας. εἰσὶ δέ, οἳ καὶ φιλονεικῆσαι αὐτοὺς οἴονται περὶ τῆς ξενίας ἐν τῷ τοῦ Ἀδράστου οἴκῳ καὶ τὴν μάχην εἰκασθῆναι τοῦ μὲν εἰς λέοντος ὀργήν, τοῦ δὲ εἰς ὁρμὴν συός. καὶ οὕτω ἐπιγαμβρεῦσαι αὐτοὺς τῷ βασιλεῖ, ἐφ' ᾧ φυγάδας ὄντας καταγαγεῖν εἰς τὰ