Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.768
Not analysed yet
οἰκεῖα. (v. 377) Ἔτι ἰστέον καί, ὅτι τὸ ξεῖνος διασαφητικόν ἐστι τοῦ ἄτερ πολέμου, ἵνα μὴ νοοῖτο κατ' ἐμπορίαν ἢ ἐκ παρόδου ὁ Τυδεὺς εἰς Μυκήνας ἐλθεῖν, ἀλλὰ διὰ πρεσβείαν, ἧς χάριν ἐπεξενώθη ἐκεῖ, καὶ ὅτι μέση λέξις ὁ ξεῖνος. Λέγεται γὰρ οὕτω καὶ ὁ δεχόμενός τινα εἰς ξενίαν καὶ ὁ δεχθείς, ὥσπερ καὶ ἐν Ὀδυσσείᾳ ἱκέτης ὁ ἱκετεύσας τε καὶ ἱκετευθείς. περὶ μέντοι τῶν ἐκ τούτων συνθέτων, τί δήποτε σημαίνουσι, προδεδήλωται, ἤγουν ὅτι πρόξενος μὲν ὁ ὑπὸ πόλεως ἠξιωμένος ἐν τῇ σφετέρᾳ προΐστασθαι ξένων, οἷος ὁ Ἀντήνωρ ἐν τοῖς Τρωσὶ καὶ ὁποῖοι οἱ βασιλικοὶ διοικηταί. ἀπ' αὐτοῦ δὲ κατὰ μεταφορὰν καὶ ὁ καλοῦ τινος ἢ κακοῦ αἴτιος οὕτω λέγεται, οἷον ἀπωλείας πρόξενος ἢ φθορᾶς ἢ σωτηρίας ἢ ὑγείας, ὡς παρ' ἑαυτῷ ξενίσας οἷον τὸ πρᾶγμα, εἶτα ἑτέροις διαπεμψάμενος. ἰδιόξενος δὲ ὁ ἰδίᾳ ἢ πατρόθεν ξένος, ὡς Μενελάῳ Τηλέμαχος καὶ ὁ μυθικὸς Μέντης τῷ Τηλεμάχῳ. ἀστόξενος δὲ ὁ ἐκ προγόνων τισὶν ἐπιχώριος, ὡς Ἀτρεὺς Φρυξὶ καὶ Τεῦκρος Τρωσίν. ἀπὸ γὰρ προγόνων Φρὺξ μὲν ὁ Πελοποννήσιος Ἀτρεύς, Τρωϊκὸς δὲ Τεῦκρος ὁ Σαλαμίνιος. δορύξενος δὲ ὁ πολέμου χάριν ἢ ἐκ πολέμου φιλιωθείς, ὡς Γλαῦκος καὶ Διομήδης. (v. 380) Τὸ δὲ ἐπῄνεον ἀντὶ τοῦ συνῄνουν, συγκατετίθεντο. πολλαχοῦ δὲ παρά τε ἄλλοις καὶ παρὰ τῷ ποιητῇ ἐπὶ τοιούτου σημαινομένου τίθεται τὸ ἐπαινεῖν, [ὡς δηλοῖ καὶ τὸ «ἐπὶ δ' αἰνεῖτον βασιλῆες» ἐν Ὀδυσσείᾳ. Δῆλον δέ, ὡς ὁ μὴ οὕτως ἐπαινῶν ἀπηνὴς ἂν εἴη καὶ κρατερὸς κατὰ τὸ «ἀπηνέα τε κρατερόν τε». ἔστι δὲ καὶ ἄλλως ἀπηνὴς κατὰ τὸν Κωμικὸν ὁ ἄπο αἴνου, ὡς ἐν ταῖς Νεφέλαις φαίνεται. ὁ τοιοῦτος δὲ ἀντικεῖσθαι δοκεῖ τῷ ἐπαινετῷ. ὁ δέ γε προειρημένος ἀπηνὴς λέγοιτο ἂν καὶ ἀπηλεγής, ὃς ἀπηλεγέως ἀποείποι ἂν, ὡς μὴ ἐπαινῶν