Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.769
Not analysed yet
δηλαδή, τουτέστι συγκατατιθέμενος.] Ὅτι Τυδέως Μυκήνας εἰσελθόντος, ὡς ἐρρέθη, καὶ λαὸν ἀγείροντος «οἵ ῥα τότ' ἐστρατόωντο ἱερὰ πρὸς τείχεα Θήβης» ἐπικουρίας δεόμενοι, Μυκηναῖοι μὲν ἤθελον δοῦναι καὶ ἐπῄνεον, καθὰ καὶ αὐτὸ εἴρηται, «ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων». (v. 382—400) Εἶτα πλατύνων τὴν ἱστορίαν φησί· «οἳ δ' ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο, Ἀσωπὸν δ' ἵκοντο βαθύσχοινον, λεχεποίην, ἔνθ' αὖτ' ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί», τουτέστιν ἐπὶ ἀγγελίαν ἔπεμψαν τὸν Τυδέα, ὃ καὶ Ἀχαιοὶ ἐν Τροίᾳ ἐποίησαν, ὡς προϊστόρηται, στείλαντες ἐκεῖ Ὀδυσσέα καὶ Μενέλαον. «αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμείωνας δαινυμένους» κατὰ τὸ βασιλικὸν δῶμα. «ἔνθ' οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς τάρβει μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείωσιν· ἀλλ' ὅ γ' ἀεθλεύειν προκαλίζετο» ἐν τῷ τηνικαῦτα παρευρημένῳ γυμνικῷ, φασίν, ἀγῶνι, «πάντα δ' ἐνίκα ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη. οἳ δὲ χολωσάμενοι Καδμεῖοι, κέντορες ἵππων, ἂψ ἀνερχομένῳ», ἤγουν ἐπανιόντι εἰς τοὺς ἑαυτοῦ, «πυκινὸν λόχον εἷσαν ἄγοντες κούρους πεντήκοντα, δύο δ' ἡγήτορες ἦσαν, Μαίων Αἱμονίδης» καὶ Λυκοφόντης υἱὸς Αὐτοφόνου. «Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν». ὃ γοργῶς ἑρμηνεύων φησί· «πάντας ἔπεφνεν, ἕνα δ' οἶον ἵει οἶκόνδε νέεσθαι», ἄγγελον δηλαδὴ τοῦ κακοῦ. «Μαίον' ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας». εἶτα συμπληρῶν ὁ βασιλεὺς τὸ διήγημα ἐπὶ θαύματι τοῦ Τυδέως φησί· «τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν γείνατο εἷο», τουτέστιν αὐτοῦ, «χέρῃα μάχῃ, ἀγορῇ δέ τ' ἀμείνω». ὃ βαρὺ σκῶμμα ἔδοξεν ἂν τῷ Διομήδει, ὡς μὴ πρέπον ἥρωϊ τοιούτῳ. ἐχρῆν γὰρ μᾶλλον ἄλλως ἔχειν κατὰ τὸν εἰπόντα, ὡς ἐν νεότητι «γλῶσσαν μὲν ἀργήν, χεῖρα δ' εἶχον ἐργάτιν». διὸ καὶ αἰδεσθείς, ὡς καὶ προσεσημείωται, ἄρτι μὲν σιγᾷ οὐδὲν ἀμειψάμενος, μὴ καὶ βεβαιώσῃ ἔργοις αὐτοῖς τὸ λάλος εἶναι. ἐν τοῖς ἑξῆς δὲ διαδείξας τὴν ἐν αὐτῷ ἀνδρίαν ταμιεύσεται ἀντειπεῖν τῷ βασιλεῖ κρατερῶς, ὅτε ἀγεννῶς ἴδῃ ἐκεῖνον διατιθέμενον. φιλομαθὴς δὲ καὶ μνήμων ὁ βασιλεύς, ἐν οἷς εἶπε, φαίνεται, οὕτως ἀκριβῶς μεμνημένος παλαιᾶς πράξεως, ὡς καὶ ὀνόματα ἐκτιθέναι λοχαγῶν καὶ ποσότητα τῶν ἐν τῷ λόχῳ πεσόντων, καὶ τίς ποτε ἦν ὁ ἐκεῖθεν διασωθείς· φιλοῖτο δ' ἂν μάλιστα τῷ Διομήδει ὡς οὕτω τὴν τοῦ πατρὸς Τυδέως ἀριστείαν ἐς ψυχὴν ἐπιμελῶς μνήμης χάριν ἀπογραψάμενος, εἰ καὶ ἄλλως ἴσως ὑποδάκνει αὐτόν, ὅτι μὴ ἐχαρακτήρισεν ὁ βασιλεὺς τὸν Τυδέα καὶ ἀγορητὴν δεξιόν. ὅρα δὲ καί, ὡς εὐμεθόδως ἐν ὀλιγίστῳ πρῶτον ὑπολαλήσας τὴν τοῦ Τυδέως εἰς Μυκήνας ἔλευσιν ἐν τῷ «ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας» καὶ ἑξῆς, εἶτα ποικιλίας χάριν ἐπλάτυνε τὴν ἱστορίαν σαφῶς. (v. 381) Ἰστέον δέ, ὅτι τὸ «Ζεὺς ἔτρεψεν», ἤγουν παρέτρεψεν,