Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.770
Not analysed yet
ἐκώλυσε, «παραίσια σήματα φαίνων» παραδηλοῖ ἐξ ἀέρος τινὰ καὶ τότε συμβῆναι σύμβολα, ὡς εἰκός, δι' ὧν ἐκωλύθησαν οἱ Μυκηναῖοι συμμαχίαν δοῦναι τοῖς Ἀργείοις. εἰκὸς δὲ καὶ ἔκ τινων μαντειῶν γενέσθαι τὴν ἀποτροπήν, ἐπειδὴ πάντες οἱ χρησμολογοῦντες ὑποφῆται Διὸς ἐλέγοντο, οἷα πανομφαίου. [Σημείωσαι δὲ τὸ ῥηθέν «Ζεὺς ἔτρεψεν» εἰς τὸ «Ζεὺς τερπικέραυνος». Δοκεῖ γὰρ εἶναι τερπικέραυνος ὁ τρέπων ἐν τῷ ἀφιέναι κεραυνούς, καθὰ ἐνταῦθα ἔτρεψε σήματα φήνας.] Παραίσια δὲ τὰ παρὰ τοῖς ὕστερον ἀπαίσια. πολλάκις γὰρ ἡ παρα πρόθεσις ταὐτὸν τῇ ἀπο προθέσει δύναται. (v. 382) Τοῦ δὲ ᾤχοντο διασαφητικόν ἐστι τὸ πρὸ ὁδοῦ ἐγένοντο, ἵνα μὴ ἐπὶ θανάτου νοηθείη ἡ λέξις. οἴχεσθαι γὰρ πολλαχοῦ καὶ τὸ θνῄσκειν λέγεται. καὶ ἔστι νῦν τὸ ᾤχοντο ταὐτὸν τῷ ἐπορεύθησαν, προέκοψαν εἰς ὁδόν. Τὸ δέ «πρὸ ὁδοῦ ἐγένοντο» περίφρασίς ἐστι τοῦ προώδευσαν. ἐκ δὲ τούτου τοῦ πρὸ ὁδοῦ συνετέθη τὸ φροῦδος, οἷον· «φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος» καὶ «ἐπεὶ δὲ φροῦδος Ἀργείων στρατός», ὅ ἐστιν ἐπεὶ ᾤχοντο οἱ Ἀργεῖοι. ὁμαλῶς μὲν οὖν ἐκφωνεῖται τὸ «πρὸ ὁδοῦ», τραχύφωνον δὲ τὸ φροῦδος λαμβανόμενόν ποτε καὶ ἀντὶ τοῦ ἀφανοῦς σκωπτικῶς. Σημείωσαι δέ, ὅτι πρὸ ὁδοῦ οἱ μεθ' Ὅμηρον λέγουσιν, ὡς Παυσανίας δηλοῖ, τὸ ἀναγκαιότερον καὶ ὡς εἰπεῖν προὔργου. (v. 383) Ἀσωπὸς δὲ ὅτι Βοιώτιος ποταμός, πᾶσι δῆλόν ἐστιν. οὕτω δὲ δῆλον καί, ὡς τὰ ποτάμια ὕδατα διὰ τὸ γόνιμον πολυβότανά εἰσι. διὸ καὶ ὁ Ἀσωπὸς βαθύσχοινος ἱστορεῖται παρὰ τῷ ποιητῇ, ἔτι δὲ καὶ λεχεποίης, ὡς πολλὴν ποίην τρέφων, ἤγουν βοτάνην, ἐν ᾗ λέξεταί τις, ἤγουν κατακοιμηθείη, διὰ τὸ δασύ. (v. 384) Τὸ δὲ Τυδῆ