Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.771
Not analysed yet
οὐκ ἀπὸ τοῦ Τυδέα συνῄρηται, ἀλλ' ἀποκέκοπται ἐκ τοῦ Τυδῆα, καθάπερ ἀρέσκει τοῖς Τεχνικοῖς. οὕτω δὲ καὶ τὸν Ὀδυσσῆα Ὀδυσσῆ ἔστιν εἰπεῖν καὶ ἕτερα δὲ ὅμοια. (v. 385) Τοῦ δὲ Καδμείωνας πρωτότυπον οἱ Καδμεῖοι, ὃ κατωτέρω κεῖται, καὶ ἔστιν ὡς πατρωνυμικὸν καθ' ὁμοιότητα τοῦ Ἀτρείων καὶ Πηλείων καὶ τῶν ὁμοίων. (v. 387) Τὸ δέ «ξεῖνός περ ἐών» θρασύτητα τοῦ Τυδέως ἐμφαίνει, ὡς μὴ δέον ὂν ξεῖνον ἐόντα ἔριδα προφέρειν τοῖς ξεινοδόκοις μήπως, Ὁμηρικῶς εἰπεῖν, ἑαυτοῦ πάντα κολούῃ. καὶ ἄλλως δὲ εἰπεῖν, συχνὸς ἐν τούτοις τῷ βασιλεῖ ὁ τοῦ καθ' Ὅμηρον ἱππηλάτου Τυδέως ἔπαινος, εἴπερ οὐδὲ ξένος καὶ ἐν πολλοῖς μόνος ὢν ἐν ἀλλοτρίᾳ ἐτάρβει, ἀλλὰ προὐκαλεῖτο ἀθλεῖν, ἔνθα ἐχρῆν αὐτὸν ἢ ὡς ξένους αἰδεῖσθαι τοὺς Καδμείους ἢ φοβεῖσθαι ὡς πολεμίους, εἰ μὴ τὸ θάρσος ἐκώλυε. καὶ οὐ προεκαλεῖτο μὲν αὐτούς, ὁ δὲ λόγος ἔργων ἦν κενός, καὶ οὐχ' ἁπλῶς ἐνίκα, ἀλλὰ πάντα ἐνίκα, καὶ οὐδὲ σὺν πόνῳ, ἀλλὰ ῥηϊδίως. καὶ τὴν Ἀθηνᾶν δὲ εἶχεν ἐπιτάρροθον, ἤτοι βοηθόν. ἦν ἄρα καὶ θεοφιλὴς καὶ μάλιστα κατ' Ἀθηνᾶν, ὅ ἐστι φρόνησιν. ἔοικε γὰρ συνετῶς μεταχειρίσασθαι τὰ ἐκεῖσε ἄεθλα ὁ Τυδεύς. (v. 389) Τὸ δέ «πάντα ἐνίκα» οὐ μόνον ἄνδρα ὑποδηλοῖ, ἀλλὰ μάλιστα πάντα τὰ ἄεθλα ληφθέντος τοῦ τοιούτου ὀνόματος κατὰ κοινοῦ ἐκ τοῦ ἀεθλεύειν ῥήματος, ὃ καὶ ἐπ' ἄλλων πολλῶν φαίνεται γίνεσθαι. (v. 390) Τὸ δὲ ἐπίρροθος, ὅτι πρωτότυπόν ἐστι τοῦ ἐπιτάρροθος, ἐν ἄλλοις δηλοῦται. (v. 391) Οἱ δὲ Καδμεῖοι ὥσπερ καὶ οἱ Καδμείωνες ἑτερωνύμως ἔχουσι πρὸς τὴν πατρίδα τὰς Θήβας, ἐξ ἧς Θηβαῖοι καλοῦνται. παρώνυμοι δέ εἰσι τῷ προγόνῳ Κάδμῳ τῷ ἐκ Φοινίκης, ὃ μυριαχοῦ καθωμίληται. παράγονται δὲ Καδμεῖοι μὲν ἀπὸ τῆς Καδμηΐδος γῆς, ἵνα ᾖ ἐκεῖθεν Καδμήϊος Καδμεῖος κατὰ τὸ ἀχρήϊος ἀχρεῖος, περὶ οὗ προδεδήλωται. (v. 385) Καδμείωνες δὲ ἀπ' αὐτοῦ δὴ τοῦ Καδμεῖοι. οὐ γὰρ ἔστιν εἰπεῖν ἀκριβῶς πατρωνυμεῖσθαι τοὺς Καδμείωνας, ἵνα ᾖ, ὥσπερ Οὐρανός Οὐρανίδης Οὐρανίων κατὰ τὸ Κρονίδης Κρονίων, οὕτω καὶ Κάδμος Καδμείων. ἐγράφετο γὰρ ἂν οὕτω διὰ τοῦ ι, καθὰ καὶ ὁ Οὐρανίων. δοκεῖ δὲ ἀπὸ τοῦ κάζω, τὸ κοσμῶ, παρῆχθαι ὁ Κάδμος καί πως δηλοῖ τὸν κόσμιον τραπέντος κἀνταῦθα τοῦ ζ εἰς δ συνήθως, ὡς καὶ ἐν τῷ ὀκλάζω, ὀκλαδίας δίφρος, καὶ χειμάζω, χειμάδιον, καὶ ἐν ἑτέροις μυρίοις τοῖς καὶ προδηλωθεῖσιν. Ἰστέον δέ, ὅτι οὐ κύριον μόνον ὁ