Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.772
Not analysed yet
Κάδμος, ἀλλὰ καὶ Ἑρμοῦ ἐπίθετον, οὗ παράγωγον ὁ Καδμῖλος παρὰ Λυκόφρονι, καὶ ὄρους δὲ ὄνομα. φησὶ γοῦν ὁ Στράβων, ὅτι Κάδμος ὄρος, ἐξ οὗ Λύκος ῥέει ποταμὸς εὐμεγέθης, προσβάλλων τῷ Μαιάνδρῳ. (v. 391) Κέντορες δὲ ἵππων οὐ μόνον οἱ, ὡς ἐρρέθη, εὖ πωλοδαμνοῦντες, ἀλλὰ καὶ οἱ τεχνικῶς ἡνιοχοῦντες, ὁποῖον ἐν Ὀδυσσείᾳ τὸ «νόῳ δ' ἐπέβαλλεν ἱμάσθλην». (v. 392) Πυκινὸν δὲ λόχον ὁ ποιητὴς λέγει οὐ μόνον ὡς κατὰ σύνεσιν γινόμενον, ἀλλὰ καὶ ὡς δέον ὂν τοὺς ἐλλοχῶντας πυκνοῦν ἑαυτούς, ἵνα λανθάνωσι. διὸ καὶ λόχον εἷσάν φησιν, ὅ ἐστιν ἐκάθισαν, ὡς τῶν ἐλλοχώντων κεῖσθαι οἷον ὀφειλόντων κατὰ τὸ ὑποκαθῆσθαι, ἵνα ὑποκρύπτωνται. παρηχεῖται δέ πως πρὸς τὸ λόχον εἷσαν τὸ ἡγήτορες ἦσαν καθ' ὁμοιότητα τοῦ «ἔδεισαν θεοὶ οὐδέ τ' ἔδησαν» καὶ τῶν τοιούτων, ἃ προδεδήλωται. (v. 392 s.) Ὅρα δ' ἐν τούτοις, ὅτι τοὺς πεντήκοντα ἄνδρας λόχον εἶπε. καὶ μήν τινες λόχον φασὶ τὸν ἐξ εἰκοσιτεσσάρων ἀνδρῶν. ἴσως δὲ καὶ ὁ ποιητὴς νῦν τοῦτο ἐμφαίνει εἰπών, ὅτι κοῦροι πεντήκοντα δύο δ' ἡγήτορες ἦσαν. εἰκοσιτέσσαρες γὰρ ἄνδρες καὶ αὖ πάλιν τοσοῦτοι ἀνὰ ἕνα εἶχον ἡγήτορα, ταὐτὸν δὲ εἰπεῖν, λοχαγόν, ὡς δηλοῖ τὸ λόχον ἄγοντες. ὅτι δὲ ὁ Ξενοφῶν ἐξ ἑκατὸν συντετάχθαι τὸν λόχον βούλεται, εἴσεται ὁ ἐκείνῳ ἐντυχὼν εἰπόντι· «λόχος ἕκαστος εἰς ἑκατόν». ἡ δὲ τραγῳδία καὶ ἄλλοι λόχον φασὶ τὸ ἁπλῶς στρατιωτικὸν σύνταγμα καὶ λοχαγὸν τὸν τούτου ἄρχοντα. [Ἰστέον δέ, ὅτι κοῦρον τὸν νέον λέγειν εἰδὼς Ὅμηρος οὔ φησι διὰ διφθόγγου καὶ τὸν κόρον, ἐξ οὗ τὸ κορέννυσθαι. παρεκκλίνουσι γὰρ καὶ Ἴωνες τὴν τῶν λέξεων, ὅπῃ δυνατόν, ὁμωνυμίαν τὴν κατὰ συνέμπτωσιν ὁμόφωνον. οὕτω καὶ οὖρος μὲν λέγεται ὁ ὅρος Ἰαστί, οὐ μήν ποτε καὶ τὸ ὄρος τὸ οὐδέτερον. εἰ δὲ καὶ διὰ τὸν Οὖνον, τὸ ἐθνικόν, ὀκνοῦσι τὸ ζῷον τὸν ὄνον διὰ τοῦ υ λέγειν, οὐκ