Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.773
Not analysed yet
ἔστιν ἐνστῆναι. πρὸς ὃ παίξας ὁ Κωμικὸς ἔφη κατὰ δούλου, ὡς «τὸ βάρος, ὃ σὺ φέρεις, οὗνος φέρει», συναλείψας τὴν εὐθεῖαν τοῦ ὄνου καὶ ἀποτελέσας γέλοιον. ὁ ὄνος γὰρ καὶ κράσει οὗνος. καὶ τοῦτο μὲν τοιοῦτον.] Εἰ δέ τι χρὴ ἐνταῦθα καὶ ἀστεΐσασθαι, σκοπητέον καὶ τὸ χολωσάμενοι καὶ τὸ λόχον εἷσαν. ἀναγραμματισθεὶς γὰρ καὶ νῦν ὁ χόλος τὸν λόχον ποιεῖ, ὥστε καὶ τῶν τοιούτων κατάρξαι δοκεῖ ὁ ποιητὴς τοῖς βουλομένοις οὕτω λέγειν, οἳ μάννα φασὶ τὸ τοῦ λόγου νᾶμα καὶ ὅσα τοιαῦτα· ἐν οἷς καὶ τὸ μῦθος καὶ θυμός, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, καὶ τὸ ἔμεινας καὶ ἔνειμας παρ' Εὐριπίδῃ ἐν τῷ «οὐ μάντεως ὄπα ἔμεινας, οὐ χρόνῳ μακρῷ σκέψιν ἔνειμας». καὶ τὸ παρὰ Λυκόφρονι πέλας καὶ λέπας περατοῦντα δύο στίχους συνεχεῖς, ὧν τὸ μὲν πέλας δηλοῖ τὸ ἐγγύς, τὸ δὲ λέπας ὀρεινὴν τραχύτητα, ἐξ οὗ καὶ λεπαία χθὼν τραγικῶς ἡ ὀρεινή. δοκεῖ δ' ἐξ ὀνοματοποιΐας οὕτω τετυπῶσθαι καὶ ἡ λακέρυζα παρὰ τὸ κελαρύζειν. τοιούτου τρόπου καὶ τὸ αἵματα ἰάματα καὶ ἕτερα. ὅρα δ' ἐν τούτοις καί, ὅτι εὕρηνται παρὰ τῷ ποιητῇ πατέρων ὀνόματα υἱοῖς ἀποχρήσαντα εἰς κλῆσιν κατὰ ὁμοίαν μετάθεσιν γραμμάτων ποιηθέντα, ἣν καὶ ἀλλαχοῦ ἔγνωμεν. ἐν γοῦν Ὀδυσσείᾳ πατὴρ μὲν Αἴσων, Ἰάσων δὲ ὁ υἱός, κατὰ διάλυσιν τῆς αι διφθόγγου καὶ μετάθεσιν τοῦ ι. (v. 394) Ἐνταῦθα δὲ Αἵμων μὲν πατήρ, Μαίων δὲ υἱός, ὃν ὁ Τυδεὺς ἀνεῖλε, τεθείσης τῆς αι διφθόγγου ἐν τῇ ἀρχῇ. Μαίων γάρ, φησίν, Αἱμονίδης. (v. 395) Ὁ δὲ Αὐτοφόνος ἀνδρείου κλῆσίς ἐστιν, ὃς οὐχ' ἑτέροις ἐπιτάσσων ἀριστεύει, ἀλλ' αὐτὸς φονεύων καὶ αὐτόχειρ τῆς ἀριστείας γενόμενος. δῆλον δέ, ὅτι μέτρου ποτὲ διδόντος καὶ ὁ αὐτοφόνος αὐτοφόντης ἂν ῥηθείη, καὶ ὁ λυκοφόντης λυκοφόνος. (v. 396) Ἀεικής δὲ ὁ ῥηθεὶς πότμος διὰ τὸ κατ' αὐτὸν ἀπρεπές, ὡς μὴ δέον ὂν τοσούτους ὑφ' ἑνὶ πεσεῖν. «πάντας γάρ», φησίν, «ἔπεφνεν». [(v. 397) Ἔστι δὲ τὸ ἔπεφνε διασαφητικὸν τοῦ «πότμον ἐφῆκεν»,