Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.783
Not analysed yet
στρατὸς ἀκόσμως ἔχων καὶ πολὺν ἀπετέλει θόρυβον, οὗ τὴν αἰτίαν ἀριδηλότερον ὁ ποιητὴς ἀποδιδούς φησι· (v. 437 s.) «Οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ' ἴα γῆρυς, ἀλλὰ γλῶσσ' ἐμέμικτο, πολύκλητοι δ' ἔσαν ἄνδρες», ἤγουν ἐκ πολλῶν συγκληθέντες γλωσσῶν. οἱ γὰρ Ἕλληνες ὡς ὁμόγλωσσοι, οὐ πολύκλητοι, βραχύ τι κατὰ τὰς διαλέκτους διαφέροντες καὶ οὐδὲ τοῖς τόποις πολυσπερέες καὶ πάνυ μακρὰν διεστῶτες. Τοῦ δὲ θρόος προϋπόκειται ῥῆμα τὸ θρέω, ἤγουν σὺν θορύβῳ βοῶ ἢ λαλῶ, οἷον «πάθεα θρεομένης» καὶ «θρεομένη σαυτῇ κακά». ἐκ δὲ τοῦ θρόος συνῄρηται ὁ θροῦς, ἐξ αὐτῶν δὲ ὁ ἀθρόος καὶ ὁ ἄθρους. Τὸ δέ «γλῶσσ' ἐμέμικτο» ἢ πληθυντικῶς νοητέον ἀντὶ τοῦ γλῶσσαι πολλαὶ μεμιγμέναι ἦσαν, ὡς τῆς αι διφθόγγου ἐκθλιβείσης, ἵνα ᾖ τὸ πλῆρες, ὅτι γλῶσσαι ἐμέμικτο, ὁποῖον ἀλλαχοῦ τὸ «κνῆμαι παλάσσετο» ἑνικοῦ ῥήματος ἐπαγομένου πληθυντικῷ ὀνόματι, ᾧ δὴ σχήματι πλεονάζει μάλιστα ὁ Πίνδαρος, ἢ καὶ ἄλλως λόγῳ προσηγορίας ἑνικῶς ῥητέον «γλῶσσα ἐμέμικτο», καθὰ δηλοῖ Ὅμηρος τὸ τοιοῦτον νόημα παραφράζων ἐν τῇ Βοιωτίᾳ, ἔνθα φησὶν οὕτω· «πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων». οἷος δὲ ὁ θροῦς τῶν διαφόρων γλωσσῶν, ἴσασιν οἱ πεπειραμένοι, παρ' οἷς ἔγνωσται καὶ ὡς τὸ τῶν ὁμογλώσσων ἀνάρμοστον, ὅτε διαφόροις μερίζονται γνώμαις, παραβολῆς δέεται Ὁμηρικῆς παριστώσης ἐναργῶς, ἡλίκον κλάζουσιν. Ἐνταῦθα δὲ νοητέον καί, ὅτι, κἂν ὁ ποιητὴς σιωπᾷ, ὅμως τὸ πρᾶγμα νοεῖν δίδωσιν, ὡς οἱ Τρῶες ἐν τῷ δημηγορεῖν ὑποβολεῦσιν ἐχρῶντο, ὅ ἐστιν ἑρμηνεῦσιν. οὐ γὰρ αἱ, ὡς ἐρρέθη, μεμιγμέναι γλῶσσαι συνιέναι ἄλλως εἶχον τῆς τοῦ Ἕκτορος τυχὸν ἢ Ἀντήνορος ἐν κοινῷ δημηγορίας. (v. 439) Ὅτι τοὺς μὲν Ἕλληνας Ἀθηνᾶ ὀτρύνει εἰς μάχην, Ἄρης δὲ τοὺς Τρῶας, θυμὸς δηλαδὴ ἄλογος. προϊὼν δὲ λέγει, ὅτι καὶ Ἀπόλλων ἐρεθίζει τοὺς Τρῶας. πρὸς αὐτῶν γὰρ ἦν ἔτι τὸ εἱμαρμένον, οὗπέρ ἐστι δηλωτικὸς ὁ Ἀπόλλων, ὡς πολλαχοῦ φαίνεται. (v. 440 s.) Συμπαραμίγνυσι δὲ Ὅμηρος τῷ Ἄρει καὶ τῇ Ἀθηνᾷ τόν τε Δεῖμον τόν τε Φόβον, κακὰ δὴ ταῦτα πολέμῳ φίλα, ἔτι δὲ καὶ τὴν Ἔριν, ἧς ἄνευ οὐκ ἄν ποτε συσταίη πόλεμος. φησὶ γάρ· «Δεῖμός τ' ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα, Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε». [(v. 440)