Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.784
Not analysed yet
Ἰστέον δέ, ὅτι, καθὰ ὁ φίλος καὶ ὁ δαήρ καὶ ἄλλα διάφορα, οὕτω καὶ ὁ Ἄρης ἀλογίστῳ συστολῇ κατὰ τοὺς παλαιοὺς ὑποπίπτει, ὡς δῆλον μάλιστα ἐκ τοῦ «Ἆρες Ἄρες βροτολοιγέ», ὃ καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται.] καὶ ὅτι, εἰ καί τινες ἵππους Ἄρεος τὸν Δεῖμόν φασι καὶ τὸν Φόβον, ἀλλ' ἐνταῦθα θεράποντες αὐτοὶ καὶ ὀπαδοὶ φαίνονται Ἄρεος. ἔστι δὲ δεῖμος μὲν τὸ δεδιέναι, φόβος δὲ ἡ φυγή. Ἄμοτον δὲ ὅτι τὸ τέλειον λέγεται καὶ πλῆρες ὡς ἐκ μεταφορᾶς τραυμάτων μηκέτι δεομένων μότου, πολλαχοῦ περιλαλεῖται. (v. 441—5) Ὅτι τὴν Ἔριν, ἣν κασιγνήτην Ἄρεος ἔφη καὶ ἑταίραν τά τε ἄλλα καί, διότι δὲ ὡς τὰ πολλὰ ἡ Ἔρις ἐπιταθεῖσα εἰς πόλεμον καταστρέφει, πλάττει καὶ ὡς δαιμόνιόν τι τεράστιον, λέγων ὡς «ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα» προσαυξανομένη «οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει». Αἰνίττεται δὲ διὰ τούτων τὸ τῆς ἔριδος ἴδιον. μικρᾶς γὰρ πολλάκις εἰς ἔριν προϋπαρξάσης αἰτίας, ἀκρίδος τυχὸν ἢ πέρδικος κατὰ τὰς ἱστορίας (γυναικὸς γὰρ εἰπεῖν ἢ τοιούτου τινὸς πλείων ὁ λόγος) μέγιστος ἐκεῖθεν ἐκκορυφοῦται αὐξόμενος πόλεμος καί, κατὰ τὸν ποιητὴν εἰπεῖν, «ὀφέλλει στόνον ἀνδρῶν», ὅτε δὴ οἱ μὲν μαχόμενοι ἐπὶ γῆς εἰσιν, ἡ βοὴ δὲ οὐρανὸν ἷκεν. ὁ γοῦν Τρωϊκὸς πόλεμος ἀφορμὴν μὲν ἔχει μικράν, τὴν Ἑλένην, αὐτὸς δὲ ἡλίκος γέγονεν, οὐδεὶς ἀγνοεῖ. (v. 441) Τὸ δέ «κασιγνήτη ἑτάρη τε» διδάσκει μὴ ἀεὶ τοὺς ἀδελφοὺς ἐξ ἀνάγκης καὶ φίλους εἶναι. ἐπίτασις γοῦν ἀδελφικῆς φιλίας καὶ ὁμονοίας τὸ ἑταῖρος. (v. 443) Τὸ δέ «οὐρανῷ ἐστήριξε κάρη» στρυφνῶς πέφρασται ἀντὶ τοῦ «ἕως εἰς οὐρανὸν ἐλθοῦσα οὐ δύναται ὑπεραναβῆναι». Ἰστέον δέ, ὅτι Ὅμηρος μὲν εἰπών, ὡς Ἔρις οὐρανῷ ἐστήριξε κάρη, ἐντελῶς ἅμα καὶ ἀσφαλῶς ἔφρασεν. Εὐριπίδης δὲ ἐν τῷ «κῦμα οὐρανῷ στηρίζον» ὑπερβολικῶς τε ἔφη κατὰ ἀφέλειαν τοῦ λαλοῦντος προσώπου καὶ οὐδὲ ἀνελλιπῶς, εἰ μή τις τὸ στηρίζον ἀντὶ τοῦ ἐγγίζον εἴπῃ καὶ στηριζόμενον. [Δῆλον δ' ὅτι ἡ Ἔρις οὐρανῷ στηρίζει κάρη ἤ, ὅτε ἡ κατ'