Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.785
Not analysed yet
αὐτὴν ἀϋτὴ οὐρανὸν ἵκει καθ' Ὅμηρον, ἢ καὶ ἄλλως ἀλληγορικῶς οἱ ἐρίζοντες εἰς οὐρανὸν ἀφορῶσι καὶ τὰς ἐκεῖ διοσημίας ἐπισκοποῦνται καὶ τὰ ἐκ Διὸς τέρατα.] (v. 444) Ὅτι τὸ ἔργον τῆς εἰρημένης κατὰ πόλεμον Ἔριδος ὑποδηλῶν φησιν· «ἣ καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ ἐρχομένη καθ' ὅμιλον, ὀφέλλουσα στόνον ἀνδρῶν». ὅτι δὲ τὸ ὁμοίϊον ἐπὶ κακοῦ κεῖται, προγέγραπται. (v. 446—51) Ὅτι ἐκφράζων ὁ ποιητὴς συμβολὴν πολέμου λέγει· «οἳ δ' ὅτε δὴ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, σύν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν χαλκεοθωρήκων, ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντ' ἀλλήλλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων», ὃ καὶ ἀλλαχοῦ κεῖται, «ῥέε δ' αἵματι γαῖα», ἀντὶ τοῦ ἐρρέετο, ἢ καὶ ἄλλως, ἐνεργητικῶς πρὸς ὁμοιότητα τοῦ «ἔρρεε δακρύοις ὁ ὀφθαλμός», ὅπερ ἐν τῷ Περὶ προνοίας φησὶν Αἰλιανός. ἔχει δέ τι ὅμοιον τοῦτο καὶ πρὸς τὸ λέγειν ἀνακεχωρηκότα τόπον τὸν ἔρημον καὶ ἥσυχον. ὡς γὰρ τόπος ἀναχωρεῖν λέγεται, οὕτω καὶ γῆ ῥέειν, ἄμφω δηλαδὴ οὐ καθ' αὑτό, ἀλλὰ δι' ἕτερον. ἔτι δὲ ὁμοιοῦταί πως καὶ πρὸς τὸ κινεῖσθαι τὸ λήϊον ἀσταχύεσι καὶ φρίσσειν τὴν μάχην δόρασι. (v. 449) Σημείωσαι δέ, ὅτι τὸ «ἀσπίδες ἔπληντο ἀλλήλαις», τουτέστιν ἐπλησίασαν, ἐφερμηνευτικόν ἐστι τοῦ συνέβαλον ῥινούς. ἐκεῖνο γὰρ ἀσαφὲς ἦν, ἐκ δὲ τούτου ἐνάγεταί τις νοεῖν, ὅτι καὶ τὸ συνέβαλον ἔγχεα καὶ μένεα ἀνδρῶν τὴν ἐγγύτητα δηλοῖ τῶν ἐγχέων καὶ τῶν ἀνδρῶν, οἳ περὶ ἕνα τόπον, συνῆλθον. (v. 447) Μένεα γὰρ ἀνδρῶν νῦν οἱ ἄνδρες κατὰ περίφρασιν. ἐκ δὲ τοῦ συνέβαλον ἡ πολεμικὴ παρῆκται συμβολή. Ῥινοὺς δὲ τὰς ἀσπίδας εἶπεν ἐκ μέρους, ἐπεὶ οὐκ ἔστιν ἀσπὶς ῥινοῦ ἄνευ, ὅ ἐστι δέρματος, εἰ μὴ ἄρα τις τὰς πλεκτὰς ἢ τὰς λινέας ἢ τὴν τοῦ Ἀχιλλέως ἐρεῖ. [Ὅρα δέ, ὅτι ἐν μὲν τῷ «σύν ῥ' ἔβαλον ῥινούς» ἀναγκαίως κεῖται ὁ ῥα σύνδεσμος, ἵνα ἡ κεφαλὴ οὕτω μηκυνθῇ τοῦ στίχου. ἐν δὲ τῷ πρὸ αὐτοῦ «οἳ δ' ὅτε δή ῥ' ἐς χῶρον» περιττῶς ἔπεσε διὰ μόνον φίλον τῷ ποιητῇ ῥοῖζον.] (v. 448) Τὸ δὲ χαλκεοθωρήκων ἔοικε πρὸς διαστολὴν ἑτεροίων τινῶν εἰρῆσθαι θωράκων, ὡς δῆλον καὶ ἐκ τῶν ἐν διαφόροις ἱστορίαις λινοθωράκων. Ὀμφαλοὶ δὲ ἀσπίδος βοῦλλαί τινες εἰς κόσμον ἐπικείμεναι καὶ μάλιστα περὶ τὸ μέσον, ὅθεν καὶ εἴρηνται καθ' ὁμοιότητά τινα τοῦ ζωϊκοῦ ὀμφαλοῦ. (v. 449) Τὸ δὲ ὀρυμαγδός