Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.786
Not analysed yet
καὶ νῦν ἐν τῇ παραληγούσῃ ἔχει τὸ γ διὰ μέτρον. ὡς ἐπὶ πολὺ μέντοι διὰ δακτύλου ἀπαρτισμὸν ἐν τῇ προπαραληγούσῃ τίθεται. ὠνοματοπεποίηται δὲ καὶ αὐτό. (v. 450) Εὐχωλὴ δὲ ἢ ἐντυχία πρὸς τὸ θεῖον ἢ μάλιστα, ὡς καὶ προεγράφη, καύχημα, ὡς τῶν μὲν ὀλλυμένων οἰμωζόντων, τῶν δὲ ὀλλύντων ἐπικαυχωμένων τοῖς πίπτουσιν. Ἐν δὲ τῷ «οἰμωγή τε καὶ εὐχωλή» καὶ ἑξῆς, ὡς καὶ προδεδήλωται, ἦν μὲν ἂν κατὰ φύσιν ἡ σύνταξις, συγκειμένων τῶν ὀλλύντων μὲν τῇ εὐχῇ, τῶν ὀλλυμένων δὲ τῇ οἰμωγῇ. Ὅμηρος δὲ ἀλληνάλλως τάξας καινότερον ἔγραψεν, ἰδίᾳ μὲν θέμενος ὁμοῦ τὰ ὀνόματα, ἰδίᾳ δὲ τὰς μετοχάς, καὶ τῷ δευτέρῳ συνεχίσας τὴν οἰκείαν μετοχήν, εἶτα καὶ τὴν τοῦ πρώτου ἀποδεδωκώς, ὁποῖα καὶ ἄλλα πολλὰ εὕρηνται, ὡς ἐν τῇ γʹ ῥαψῳδίᾳ πλατύτερον παρεσημάνθη. τοιούτου δέ τινος τύπου καὶ τὸ «πικρία καὶ γλυκύτης μέλιτός τε καὶ ἀψινθίου». ἡ γὰρ γλυκύτης τῷ μέλιτι συγκειμένη συνεχῆ πως τὸν λόγον ποιεῖ. (v. 452—6) Ὅτι ἐπαινεῖται καὶ ἡ κατὰ τὴν μισγάγκειαν ἐνταῦθα παραβολὴ ἀφορμὴν μὲν σχοῦσα τὸ ἐς χῶρον ἕνα ξυνελθεῖν τοὺς πολεμίους καὶ συμβαλεῖν, ὡς ἐρρέθη, τοιαύτη δὲ οὖσα· «ὡς δ' ὅτε χείμαρροι ποταμοὶ κατ' ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν, ὣς τῶν μισγομένων γένετ' ἰαχή τε φόβος τε». καί φασιν οἱ παλαιοί, ὡς ἐπεὶ ὁ τοῦ πολέμου ὅμαδος ἦχός ἐστιν ἔχων ὅπλα κτυποῦντα, ἀλαλαγμοὺς ἀνδρῶν, ἵππων φριμαγμούς, βοάς, εὐχάς, οἰμωγάς, εἰκότως καὶ ταύτην οὕτω τὴν παραβολὴν διεσκεύασεν ὁ ποιητὴς τραχύνων αὐτὴν ὀνοματοποιΐαις καὶ συναπειλῶν τῷ ῥεύματι. διὰ τοῦτο οὐδὲ ἀένναον παρείληφε ποταμόν, ἀλλὰ χείμαρρον διὰ τὸ τραχύτερον τῆς βοῆς. (v. 452) Ἰστέον δέ, ὅτι γενικὸν μὲν ὄνομα τὸ ποταμοί, εἰδικὸν δὲ τὸ χείμαρροι, καὶ ὅτι τὸ χείμαρροι, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται, Πτολεμαῖος μὲν ὁ Ἀσκαλωνίτης παροξύνει ὡς ἀπὸ τοῦ χειμάρρους, ἵνα φέρῃ τὸν τόνον τῆς ἑνικῆς εὐθείας, Νικίας δὲ προπαροξύνει πιθανώτερον ἐκ τοῦ χειμάρροος, ἵνα ἔχῃ συγκοπὴν ἐκ τοῦ χειμάρροοι. λέγουσι δὲ ἐκεῖνοι, ὅτι Ὅμηρος τὰ τοιαῦτα ἑνικὸν ἐντελέστερον οἶδε προφερόμενα, οἷον «Ἑλλήσποντος ἀγάρροος» καὶ «στήῃ ἐπ' ὠκυρρόῳ ποταμῷ» καὶ «ἐς ποταμὸν εἰλεῦντα βαθύρροον». σπανίως δὲ καὶ τὸ συνηλειμμένον «χειμάρρους κατ' ὄρεσφι» καὶ