Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.787
Not analysed yet
»πλήθοντι ἐοικὼς χειμάρρῳ». τὸ μέντοι ἁπλοῦν ἀεὶ ἐντελῶς· «ὤθει δ' ἐν σάκεϊ πίπτων ῥόος». [καὶ τοιαῦτα μὲν αὐτοί. Ὁ δὲ Ἡρωδιανὸς ἑτεροῖόν τι λέγει, ἐν οἷς φησιν, ὅτι χειμάρρους ῥητέον σὺν τῷ υ, ἀλλ' οὐχ' ὥς τινες χείμαρρος. τὰ γὰρ εἰς ους ἁπλᾶ κατὰ τὴν σύνταξιν φυλάσσει τὸ υ, οἷον νοῦς σύννους, ὀδοὺς τριόδους, ποὺς τρίπους. οὕτω γοῦν καὶ ῥοὺς χειμάρρους. Ὅμηρος «χειμάρρους κατ' ὄρεσφι». καὶ πάλιν· χειμάρροοι, ἀλλ' οὐ χείμαρροι, ὡς οἱ πολλοί φασιν. ὡς γὰρ ἀπὸ τοῦ Ἀλκίνους Ἀλκίνοοι, οὕτω καὶ ἀπὸ τοῦ χειμάρρους χειμάρροοι.] Ἰστέον δὲ καί, ὅτι ἀπὸ τοῦ πλεονάζοντος λέγεται ὁ χείμαρρος. κἂν γὰρ μὴ ἐν χειμῶνι ῥέῃ, ὅμως χείμαρρος καλεῖται, ὡς τὰ πολλὰ ἐν καιρῷ χείματος ῥέων. καὶ ὅτι, ὁπηνίκα λέγομεν χείμαρρον, ἐλλιπῶς λέγομεν. τὸ γὰρ τέλειον ποταμὸς χείμαρρος. Ὅτι δὲ τὸ χειμάρρους ἐντελέστερόν ἐστι τοῦ χείμαρρος, δηλοῖ καὶ Ἡρωδιανὸς εἰπὼν τὰ προσεχῶς εἰρημένα. δῆλον δ' ὅτι χειμάρρους ποτὲ καὶ ὁ τόπος λέγεται, κἂν ξηρὸς ᾖ, ὁ σχών ποτε τοιοῦτον ποταμόν. δύο δὲ χείμαρροι ἐνταῦθα λαμβάνονται πρὸς ὁμοιότητα τῶν δύο στρατευμάτων, ὡς δῆλον ἐκ τοῦ συμβάλλετον, δυϊκοῦ ῥήματος. Τὸ δέ «κατ' ὄρεσφι ῥέοντες» τὸ πολὺ διασαφεῖ τῆς ἰαχῆς τῶν στρατευμάτων. πάντως γὰρ πλείων ἦχος ὁ τῶν ἐξ ὄρους καταρρεόντων χειμάρρων ἤπερ ὁ τῶν διὰ πεδιάδος τρεχόντων. οὕτω δὲ καὶ τὸ «κρουνῶν ἐκ μεγάλων» ἔνδειξιν ἔχει τῆς κατὰ τὴν ῥηθεῖσαν μισγάγκειαν πολλῆς ἰαχῆς. τοιαύτη γὰρ εἴη ἂν ἡ μὴ ἐκ μικρῶν κρουνῶν, ἀλλ' ἀνάπαλιν, οἳ γίνονται παρὰ τὸ κρότῳ ἢ κρουσμῷ νάειν ἤγουν ῥέειν. (v. 453) Ἄγκος δὲ διὰ τοῦ κ ὁ βαθὺς καὶ φαραγγώδης καὶ κοῖλος τόπος παρὰ τὸ ἀνακεῖσθαι. τὸ γὰρ ὑψηλὸν οὐκ ἀνάκειται ὑπτιάζον, ἀλλ' ὑπερανίσταται. ὅθεν ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει· «κοίλης ἔντοσθε χαράδρης». ἐὰν δὲ εἰς τοιοῦτον ἄγκος πολλὰ συμβάλ-