Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.788
Not analysed yet
λωσιν ὕδατα, μισγάγκεια τὸ τοιοῦτον λέγεται. Ὠνοματοπεποίηται δὲ οὐ μόνον τὸ ῥέειν καὶ ὁ κρουνός καὶ ὁ δοῦπος καὶ τὸ ὄβριμον [καὶ τὸ χαράσσειν, ἐξ οὗ καὶ ἡ χαράδρα, ἴσως δὲ καὶ ὁ χαραδριός,] ἀλλὰ καὶ τὸ μίσγεσθαι, ὃ λέγεται κυρίως ἐπὶ ὑδάτων. ὅθεν καὶ μισγάγκεια ἡ τούτων σύρροια, ὥσπερ ἐπὶ στρατοῦ κυριολεκτεῖται τὸ συμβάλλειν καὶ τὸ ἐξ αὐτοῦ ὄνομα ἡ συμβολή, εἰ καὶ Ὅμηρος ἐνήλλαξεν αὐτά, ἐπὶ μὲν χειμάρρων εἰπών· «ἐς μισγάγκειαν συμβάλλετον ὕδωρ», ἐπὶ δὲ ἀνδρῶν «ὣς τῶν μισγομένων», ποιήσας οὕτως, ἵνα δείξῃ τὴν τῶν παραβολῶν πολλὴν ὁμοιότητα. Ὅτι δὲ τὸ συμβάλλειν κυρία λέξις ἐστὶν ἐπὶ ὑδάτων μίξεως, δηλοῦσι μέχρι καὶ νῦν πολλοὶ τῶν πάλαι ποτὲ σοφῶν Ἑλλήνων, παρ' οἷς ἡ τῶν ὑδάτων σύρροια συμβολὴ λέγεται, βαρβαριζομένη μὲν [κατ' ἐκείνους εἰπεῖν εἰς σουβάλλαν,] παραλαλοῦσα δὲ καὶ οὕτως, ὃ βούλεται. Ὅρα δὲ καί, ὅτι τὸ ὄβριμον καὶ ἐπὶ ὕδατος τίθεται, ὡς καὶ ἐπὶ ἔγχους, καὶ ὅτι τὸ ὕδωρ καὶ ἐνταῦθα ἐκτείνει τὸ δίχρονον, ἀλλαχοῦ δὲ καὶ συστέλλεται, (v. 454) καὶ ὅτι κρουνοὶ αἱ τῶν χειμάρρων ἀρχαί, ὥσπερ πηγαὶ αἱ τῶν ἀεννάων, καὶ ὅτι χαράδρα κυρίως ἐπὶ χειμάρρου, ὃς ῥέων χαράττει δραστηρίως τὴν γῆν, ἐπὶ δὲ ἀεννάου ἴσως οὐ πάνυ κυριολεκτηθήσεται, καὶ ὅτι μυριαχοῦ ὁ ποιητὴς εἰωθὼς περιττά τινα πολυμαθίας χάριν ἐμβάλλειν ταῖς παραβολαῖς, τοῦτο καὶ ἐνταῦθα πεποίηκεν (v. 455) εἰπών, ὅτι τῶν χειμάρρων τηλόσε δοῦπον ἔκλυε ποιμήν. τοῦτο γὰρ περιττῶς οὕτω παρέρριπται εἰς οὐδὲν ἄλλο χρήσιμον ὂν τῇ παραβολῇ ἀλλ' ἢ μόνον εἰς τὸ διδάξαι, ὡς τὰ τοιαῦτα τοῖς ποιμέσι μάλιστά εἰσι γνώριμα, οὐ τοῖς ἀστικοῖς. τῷ δὲ τοῦ ποιμένος νῦν ὀνόματι ἔστι καὶ τὸν αἰπόλον συννοεῖν, εἰ μὴ ἄρα τις εἴποι, ὅτι ποιμένων μὲν τὰ κοῖλα, αἰπόλων δὲ τὰ ὑψηλά. συνεισάγεται δὲ καὶ συφορβός, εἴγε χείμαρρος καὶ αὐτόν ποτε παρασύρων φθείρει, ὡς ἀλλαχοῦ ἐρεῖ ἡ ποίησις. (v. 456) Ἐν δὲ τῷ «ἰαχή τε φόβος τε» δοκεῖ παρέλκειν ἡ προσθήκη τοῦ φόβου, ὅ ἐστι τῆς φυγῆς. ἡ γὰρ παραβολὴ πρὸς μόνην τὴν ἰαχήν, οὐ μὴν καὶ πρὸς τὴν φυγὴν τοῦ λαοῦ, εἰ μὴ ἄρα καὶ ὁ φόβος πρὸς ἔνδειξιν κεῖται τῆς κατ' αὐτὸν ἰαχῆς. (v. 457) Ὅτι Ἀντίλοχος, ὁ τοῦ τακτικωτάτου Νέστορος υἱός, εἰ καὶ νεώτατός ἐστιν, ἀλλὰ βαλὼν πρῶτος