Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.789
Not analysed yet
Τρώων ἕλεν ἄνδρα κορυστήν, ἀπ' ἐλάσσονος ἀρξαμένου τοῦ ποιητοῦ, ὁποῖα τὰ τῆς τύχης, ὃς καὶ τῆς μεγάλης μάχης τῆς καθ' ὁμίλους τὸ ἔλαττον, ἤγουν τὴν μονομαχίαν, προέταξε. καὶ ἄλλως δὲ τοῦτο μάχης ἴδιον, τὸ ὀλίγην τὰ πρῶτα κορύσσεσθαι, ὡς πρὸ ὀλίγου ἐλέγετο. τάχα δὲ καὶ ζηλοῖ ὁ Ἀντίλοχος θεατὴν ἔχων πατέρα τὸν εἰπόντα, ὅτι πρῶτος ἐγὼν ἕλον ἄνδρα. παραδέδοται δὲ καὶ ὀξὺς εἶναι ἐν τοῖς καιρίοις ὁ Ἀντίλοχος, καὶ ἐν Ὀδυσσείᾳ δὲ ὁ πατὴρ αὐτὸν ἐπαινεῖ ὡς καὶ ἀγαθὸν πολεμιστὴν καὶ ὡς θέειν ταχύν. ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν, ὅτι ὁ ποιητὴς μὴ ἔχων ποιεῖν ἀριστεύοντα τὸν Νέστορα, τὸν ἄριστα τάξαντα τὸ οἰκεῖον στράτευμα, τῷ υἱῷ αὐτοῦ δίδωσι τὸ πρῶτον ἀρίστευμα ἀντὶ τοῦ πατρός, τῇ ἀρίστῃ τακτικῇ τὸ πρωτόλειον δούς. Ὅρα δὲ καί, ὅτι πρῶτοι τῆς ἀριστείας ἄρχονται οἱ παρασπονδηθέντες Ἀχαιοί. τὸν δὲ ῥηθέντα κορυστὴν ἐσθλὸν ὁ ποιητὴς ἱστορεῖ σεμνύνων τὸν ἐπ' αὐτῷ ἀριστέα Νεστορίδην, ἐκτιθεὶς αὐτοῦ καὶ πατέρα Θαλύσιον. (v. 458) Φησὶ γάρ· «κορυστὴν ἐσθλὸν Θαλυσιάδην Ἐχέπωλον» οὗ Θαλύσιος ὁ πατήρ, παρωνύμως τοῖς ἑορταστικοῖς θαλυσίοις, ὧν ἐν τοῖς ἑξῆς μνημονεύσει ὁ ποιητής, ὃς πρὸς πλείω πιθανότητα λέγει καὶ τὸν τρόπον τοῦ ἀριστεύματος, (v. 459—61) ὅτι δηλαδὴ ἔβαλεν Ἀντίλοχος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ τῷ μετώπῳ πῆξεν, ἔνθα δηλαδὴ ὁ φάλος ἔκειτο· πέρησε δ' ἂρ ὀστέον εἴσω, ἤγουν εἰς τὸ ὀστέον ἢ ἔσω εἰς τὸ ὀστέον, αἰχμὴ χαλκείη, τὸν δὲ σκότος ὄσσε κάλυψεν. (v. 462) Ὅτι ἐνταῦθα διὰ συντομίαν ἀνεπεξεργάστοις χρῆται παραβολαῖς. φησὶ γάρ, ὅτι ἔπεσεν ὁ ῥηθεὶς Ἐχέπωλος «ὡς ὅτε πύργος» καὶ παρακατιών· «οἳ δὲ λύκοι ὣς ἀλλήλοις ἐπόρουσαν». Ὅτι πολυειδὴς ὢν ὁ ποιητὴς πανταχοῦ τὰ ἐς ῥητορείαν καὶ πόριμος τοιοῦτός ἐστι καὶ ἐν ταῖς τῶν ἀριστέων βολαῖς καὶ ἐν τοῖς πίπτουσιν, ἀμύθητον ἐξευρίσκων εὐπορίαν καὶ ἐν αὐτοῖς, ἐκεῖνον μὲν τοιῶσδε βεβλῆσθαι λέγων ἢ πίπτειν, τὸν δὲ τοιῶσδε καὶ ἄλλον ἄλλως. (v. 467—9) Ἐν οὖν τῷ γράμματι τούτῳ Ἀντίλοχος μὲν καὶ Ἐχέπωλος ὁ μὲν ἐποίησεν, ὁ δὲ ἔπαθε τὸ προσεχῶς ἱστορηθέν, Ἐλεφήνωρ δὲ κατακύψας ἐπὶ ἑλκυσμῷ νεκροῦ οὐτάζεται ξυστῷ χαλκήρεϊ πλευρά, τὰ οἱ κύψαντι παρ' ἀσπίδος ἐξεφαάνθη. ἔνθα ὅρα, ὡς οὐδετέρως εἶπε τὰ πλευρά, [ὡς καὶ ὁ εἰπὼν Κύπρου τὰ πλευρά]. (v. 480—2) Ὁ δὲ Τελαμώνιος Αἴας Σιμοείσιόν τινα ἔβαλε στῆθος παρὰ μαζὸν δεξιόν, ἀντικρὺ δὲ δι' ὤμου χάλκεον ἔγχος ἦλθεν. ἄλλος δέ τις τὸν βουβῶνα βάλλεται. (v. 492) Βουβὼν δέ ἐστι τόπος σώματος, οὗ ὁμώνυμον τὸ ἐκεῖ γινόμενον πάθος, ὡς τὸ «βουβὼν ἐπήρθη». Ὀδυσσεὺς δέ τινα περὶ τὸν κρόταφον βάλλει δουρὶ φαεινῷ, ἄλλος δέ τις χερμαδίῳ βάλλεται παρὰ σφυρὸν ὀκριόεντι κνήμην δεξιτερήν,