Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.80
Not analysed yet
σφάζεσθαι τυπούμενος καὶ ἐν νομίσμασιν. Ἰστέον δὲ ὅτι ἐν τῷ «εὐχωλῆς ἐπιμέμφεται» λείπει τὸ ἕνεκεν, ἵνα λέγῃ, ὅτι ἐπιμέμφεται ἡμῖν ἕνεκεν εὐχῆς. καὶ τοῦτο δηλοῖ ὁ ποιητὴς καὶ ἐν τοῖς ἑξῆς εἰπών· «οὔτε εὐχῆς οὔτε ἑκατόμβης ἐπιμέμφεται, ἀλλ' ἕνεκ' ἀρητῆρος» ἐπιμέμφεται δηλαδή. [ἰστέον δὲ ὅτι τὸ «ἑκατόμβης ἐπιμέμψασθαι» «ἱρῶν μηνίσαι» φησὶν ἐν τοῖς ἑξῆς.] (v. 66) Τὸ δὲ ἀρνῶν κατὰ τοὺς παλαιοὺς οὐκ ἀπὸ μονοσυλλάβου εὐθείας κλίνεται—ἄρρητος γὰρ ἡ τοιαύτη—ἀλλ' ἔστιν εὐθεῖα δισύλλαβος ἀρήν ἀρῆνος καὶ ἐξ αὐτοῦ κατὰ συγκοπὴν τὸ ἀρνός ἀρνί καὶ ἡ λοιπὴ κλίσις. ἐτυμολογεῖται δὲ ἡ λέξις παρὰ τὴν ἀράν, ὅ ἐστι τὴν εὐχήν, ὅτι τε ἐν εὐχαῖς παρελαμβάνετο τὸ ζῷον θυόμενον καὶ ὅτι καὶ ἄλλως εὐκταῖον ἦν ἡ τῶν τετραπόδων κτῆσις τοῖς παλαιοῖς. κνίσσα δὲ λέγεται μὲν καὶ ἐπὶ λίπους καὶ ἄλλων τινῶν, ἐνταῦθα δὲ ἡ λέξις τὴν ἀπὸ κρεάτων ὀπτωμένων ἀνάδοσιν δηλοῖ τοῦ καπνοῦ. ὅτι δὲ ἡ κνίσσα καὶ δι' ἑνὸς σ γράφεται καὶ ἐκτείνει τὴν παραλήγουσαν καὶ ἐκ τοῦ κνῶ κνίζω γίνεται κατὰ τὸν Ἡρωδιανόν, δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. τὸ δὲ τελείων οὐ μάτην ὁ ποιητὴς προσέθετο—οὐδεμίαν γὰρ λέξιν εἰκῇ παραρρίπτειν οἶδεν αὐτός—ἀλλ' ὅτι τοῖς θείοις ὡς τελείοις προσάγειν χρὴ τέλεια. ἢ καὶ πρὸς ἀντιδιαστολὴν εἶπε τοῦτο τῶν ἀρνῶν οὐ τελείων ὄντων. ἀτελεῖς γὰρ οἱ ἄρνες ἔτι. ὁ μέντοι ἀρνειὸς τέλειός ἐστιν, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῖ ὁ ποιητής. (v. 67) [Λοιγὸς δὲ ὁ ὄλεθρος ἢ ἀπὸ τοῦ λείπω κατὰ τοὺς παλαιούς, ὅθεν καὶ ὁ λοιμός, φασίν, ὁ κατά τε νόσον καὶ ὁ φθορεύς. ἢ μᾶλλον παρὰ τὸ λέγω ὁ λέγων, ὅ ἐστι κοιμίζων εἰς θάνατον. μάλιστα δὲ παρὰ τὸ ὀλίγος μεταθέσει τοῦ ο, ὁ ὀλιγῶν τοὺς ζῶντας. εἰσὶ δὲ καὶ ἕτεραι μεταθέσεις τοιαῦται, ἐν αἷς φανεῖται εἶναι καὶ ὁ λοῖσθος. ἐκ δὲ τοῦ λοιγός καὶ ὁ βροτολοιγὸς καὶ ὁ ἀθηρηλοιγὸς καὶ τὸ λοίγιον.] ἀμῦναι δὲ λέγει τὸ ἀπροφασίστως βοηθῆσαι δίχα μύνης, ὅ ἐστι προφάσεως. μύνην γὰρ ἐν Ὀδυσσείᾳ ὁ ποιητὴς λέγει τὴν πρόφασιν. (v. 68) Ὅτι ὁ ἤτοι καὶ ὁ μεν ἄλλως ἀδιάφοροι ὄντες ὅμως διαφέρουσι, καθότι ὁ μὲν ἤτοι ἐν καταρχῇ ἀεὶ λόγου τίθεται, οἷον «ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἂρ ἕζετο». ὁ δὲ μεν σύνδεσμος οὐ πίπτει ποτὲ ἐν λόγου ἀρχῇ, οἷον «ἀλλὰ σὺ μὲν ταύτην θεῷ πρόες». καὶ ὁ μὲν